πονηρὸς ἐχθρὸς ἐν τοῖς ἁγίοις ἐστί. Καὶ νῦν πονηρεύεται ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ἐὰν ἐκπέσῃ τις τῶν ἑορτῶν τοῦ Θεοῦ, ἐγκαυχῶνται οἱ μισοῦντες τὸν Χριστὸν καὶ ἀναιροῦντες αὐτὸν, εἴτε ὁ λαὸς, εἴτε αἱ ἀντικείμεναι δυνάμεις. Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύ ρας αὐτῆς, κ. τ. ἑ. Ταῦτα πάντα πεπλήρωται ἐν τῇ τῶν Ἱεροσολύμων ἁλώσει, ὥσπερ Ἰώσηπος ἱστορεῖ καθένα διηγούμενος τῶν πεπραγμέ νων. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν· ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου, κ. τ. ἑ. Σκήνωμα τοῦ ὀνόματος τοῦ Θεοῦ ἐστιν ὁ νοῦς, ὅστις βεβηλοῦται, γήϊνος ἀντὶ ἐπουρα νίου γενόμενος. 12.1532 Ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δε ξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; κ. τ. ἑ. Εἰ διαφέρει ἡ χεὶρ καὶ ἡ δεξιὰ τοῦ Θεοῦ, ἐφίστημι μήποτε ἡ μὲν χεὶρ τὰ κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ ποιεῖ, ἡ δεξιὰ δὲ τὰ ὑπὲρ τοῦ λαοῦ ἀγαθά· οἷον ἡ χεὶρ, ὅτε θυμὸν καὶ ὀργὴν καὶ θλίψιν ἀποστο λὴν δι' ἀγγέλων πονηρῶν Αἰγυπτίοις ὑπὲρ Ἑβραίων ἀπέστειλεν ὁ Θεὸς ἐκ μέσου τοῦ κόλπου· ὡς πάλαι μὲν δεδομένων ἐκ μέσου τοῦ κόλπου ἀγαθῶν ἀπὸ τῆς χειρὸς τοῦ Θεοῦ· ὕστερον δὲ ἀποστραφείσης τῆς θείας χειρὸς ἀπὸ τοῦ λαμβάνειν ἐκ μέσου τοῦ κόλπου ἀγα θὰ, καὶ διδόναι τῷ λαῷ. Ἅμα δὲ ζητήσεις εἰ δύο εἰσὶν ἡ χεὶρ καὶ ἡ δεξιὰ τοῦ Θεοῦ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργά σατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς, κ. τ. ἑ. Ὅτε ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐποίησεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Τάχα δὲ «τὸ μέ σον τῆς γῆς» τὸ κέντρον αὐτῆς λέγει, σφαιροειδοῦς οὔσης. Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θά λασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρα κόντων ἐπὶ τοῦ ὕδατος, κ. τ. ἑ. Ἵνα μηκέτι ἐναντίος ᾖ ὁ ἄνεμος τοῖς πλέουσι μαθηταῖς, καὶ γε νομένης αὐτοῖς γαλήνης γένωνται εἰς τὴν γῆν εἰς ἢν ὑπῆγον. Θέρος καὶ ἔαρ σὺ ἐποίησας, κ. τ. ἑ. ∆ιὰ τί παρῆκε τὸ μετόπωρον καὶ τὸν χειμῶνα; Φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν θέρος τῷ μετοπώρῳ, τὸν δὲ χειμῶνα τῷ ἔαρι· καὶ τὸ μὲν ἔαρ ἐστὶ καιρὸς γε νέσεως, τὸ δὲ θέρος καιρὸς τελειώσεως. Μνήσθητι ταύτης, κ. τ. ἑ. Μνήσθητι ταύτης τῆς κτίσεως δηλονότι. Εἰ διὰ τοὺς ἀνθρώπους, φησὶ, τὴν κτίσιν πεποίηκας, παράσχου τὴν ἐπικουρίαν αὐ τοῖς, δι' οὓς ἡ κτίσις γεγένηται· ἢ καὶ οὕτως ταύτης τῆς συναγωγῆς ἧς ἐκτήσω ἀπ' ἀρχῆς· καὶ πρὸς ἐκεῖνο γὰρ ἀποδίδοται. Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογου μένην σοι, κ. τ. ἑ. Εἰ θηρία λέγεται τὰ δαι μόνια, ἐν δὲ τοῖς θηρίοις ἐπικρατεῖ ὁ θυμὸς, ἐν τοῖς δαίμοσιν ἄρα ἐπικρατεῖ ὁ θυμός. Καὶ ἐν τῷ Ἰὼβ λέ γει· «Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι.» Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, κ. τ. ἑ. Μνήσθητι τῶν ἐπαγγελιῶν σου, ὧν ἐπηγγείλω τῷ Ἀβραὰμ, δοῦναι τῷ σπέρματι αὐτοῦ γῆν ῥέουσαν γάλα καὶ μέλι. Ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν, κ. τ. ἑ. Ἐσκοτισμένος νοῦς πληροῦται ἀνομιῶν· σκότος γὰρ περὶ γνῶσιν, καὶ ἀνο μία περὶ πρᾶξιν νοεῖται. Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου· μνή σθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν, κ. τ. ἑ. «Ἀνάστα, ὁ Θεὸς,» 12.1533 ἕως, «ὅλην τὴν ἡμέραν.» Οὐκ εἶπε, τὴν δίκην μου, ἀλλὰ «τὴν δίκην σου.» Ἐγὼ μὲν γὰρ, φησὶ, ἐνδί κως ὑπομένω ταῦτα· ἐκεῖνοι δὲ πολλὰς ἐτόλμησαν κατὰ σοῦ βλασφημίας. Εἰς τὴν τῶν ἀπατησάντων τὸν λαὸν τιμωρίαν διανίστησι τὸν Θεόν. Ἢ καὶ οὕ τως· Μνήσθητι τῆς συνθήκης σου αὐτοῖς διὰ τοῦ Χριστοῦ δεδωρημένης. Εἰ γὰρ καὶ τὰ μάλιστα γεγό νασί τινες ἐσκοτισμένοι τὴν διάνοιαν, καὶ οἴκων ἀνο μιῶν πεπληρωμένοι οἱ μὴ καταδεξάμενοι τὸν Χρι στόν σου, ἀλλὰ σύ γε ὡς Θεὸς τῶν σῶν πτωχῶν μὴ ἀποστραφῇς τὰς ἱκεσίας. Ἐπειδὴ οὐχ ἡμεῖς ἠδική μεθα, ἀλλὰ σὺ, (σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρὸς, καὶ λαὸς ἄφρων παρώξυνε·) τούτου χάριν «ἀνάστηθι καὶ δί κασον τὴν δίκην σου.» Τοῦ αὐτοῦ. Νῦν ἄφρονα τὸν διάβολον ὀνο μάζει. ΨΑΛΜΟΣ Ο∆ʹ. Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ψαλμὸς ᾠδῆς τῷ Ἀσὰφ, κ. τ. ἑ. Γέγραπται ἐν τῇ πρώτῃ τῶν Βα σιλειῶν· «Καὶ εἶπε ∆αυῒδ πρὸς Ἀβεσαΐ· Μὴ διαφθεί ρῃς αὐτὸν,» δηλονότι τὸν Σαούλ· ἅπερ ὅρα εἰ χρή σιμά ἐστι πρὸς τὴν ἐπιγραφήν. Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησό μεθα, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου,