ἀπορρήτων, καὶ μβʹ περὶ διαβολῆς. Τὰ δὲ τοῦ δʹ βιβλίου ἐστὶ ταῦτα, πρῶτον περὶ πο λιτείας, δεύτερον περὶ νόμων καὶ ἐθῶν, περὶ δήμου, περὶ τῶν ἐν ταῖς πόλεσι δυνατῶν, περὶ ἀρχῆς καὶ περὶ τοῦ ὁποῖον χρὴ εἶναι τὸν ἄρχοντα, ὅτι κάλλιστον ἡ μοναρχία· ὑποθῆκαι περὶ βασιλείας, ψόγος τυραννίδος, περὶ πολέμου, περὶ τόλμης, περὶ νεότητος, περὶ στρατηγῶν, καὶ περὶ τῶν κατὰ πόλεμον χρειῶν· ὑποθῆκαι περὶ εἰρήνης, περὶ γεωργίας, περὶ ἡσυχίας, περὶ ναυτιλίας, περὶ τεχνῶν, περὶ δεσποτῶν καὶ δούλων, περὶ Ἀφροδίτης πανδήμου καὶ περὶ ἔρωτος τῶν κατὰ τὸ σῶμα ἡδονῶν, περὶ κάλλους, περὶ γάμου, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου. Γαμικὰ παραγγέλματα, καὶ περὶ παίδων, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου. Καὶ ὅτι χρὴ τοὺς γονεῖς τῆς καθηκούσης τιμῆς καταξιοῦσθαι παρὰ τῶν τέκνων. Ὁποίους χρὴ εἶναι τοὺς πατέρας περὶ τὰ τέκνα. Ὅτι κάλλιστον ἡ φιλαδελφία καὶ ἡ περὶ τοὺς συγγενεῖς διάθεσις. Οἰκονομικός. Περὶ εὐγενείας, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου· περὶ δυσγενείας. Περὶ πλούτου, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου· περὶ πενίας· σύγκρισις πενίας καὶ πλούτου. Ὅτι ὁ βίος βραχὺς καὶ φροντίδων ἀνάμεστος. Περὶ λύπης, ὅτι λίαν μοχθηρά. Περὶ νόσου 167.114α καὶ ἰάσεως, περὶ ὑγιείας καὶ διαμονῆς αὐτῆς, περὶ ἰατρῶν· περὶ εὐδαιμονίας, περὶ κακοδαιμονίας· ὅτι ἀβέβαιος ἡ τῶν ἀνθρώπων εὐπραξία· περὶ τῶν παρ' ἀξίαν εὐτυχούντων, περὶ τῶν παρ' ἀξίαν δυστυχούντων. Ὅτι δεῖ γενναίως φέρειν τὰ προσπίπτοντα· ὅτι δεῖ τὰς εὐτυχίας προφαίνειν, τὰς δ' ἀτυχίας κρύπτειν. Περὶ ἐλπίδος· περὶ τῶν παρ' ἐλπίδα. Ὅτι οὐ χρὴ ἐπιχαίρειν τοῖς ἀτυχοῦσιν· ὅτι οἱ ἀτυχοῦντες χρῄζουσι τῶν συμπασχόντων. Περὶ γήρως, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου. Περὶ θανάτου, περὶ ζωῆς· σύγκρισις ζωῆς καὶ θανάτου. Περὶ πένθους, περὶ ταφῆς. Παρηγορικά· ὅτι οὐ χρὴ παροινεῖν εἰς τοὺς τετελευτηκότας. Ὅτι τῶν πλείστων μετὰ θάνατον ἡ μνήμη διαρρεῖ ταχέως. Ὁμοῦ τὰ κεφάλαια τοῦ τετάρτου νηʹ, τῶν δὲ τεσσάρων βιβλίων σηʹ οἷς παρατίθησιν, ὡς ἔφημεν, ὁ Ἰωάννης ἔκ τε τῶν ἐκλογῶν καὶ τῶν ἀποφθεγμάτων καὶ τῶν ὑποθηκῶν δόξας τε καὶ χρήσεις καὶ χρείας. Ἀγείρει δὲ ταύτας ἀπὸ μὲν φιλοσόφων, ἀπό τε Αἰσχίνου τοῦ Σωκρατικοῦ καὶ Ἀναξάρχου καὶ Ἀναχάρσιδος, Ἀριστωνύμουκαὶ Ἀπολλωνίου, Ἀντισθένους καὶ Ἀριστίππου, Ἀρίστωνοκαὶ Ἀριστοξένου καὶ Ἀρχύτου, Ἀριστοτέλους, Ἀναξιμάδρου, Ἀναξιμένους, Ἀρχελάου, Ἀναξαγόρου, ἈρχαινέτουἈρκεσιλάου, Ἀρριανοῦ, Ἀντιπάτρου Ἱστιαίου, Ἀντιφνους, Ἀπολλοδώρου, Ἀριστάρχου, Ἀσκληπιάδου, Ἀρσταίου, Ἀρχεδήμου Ἑκαταίου, Ἀπολλοφάνους, Αἰγιμίου, Αἴσαρος, Ἀττικοῦ, Ἀμελίου, Ἀλβίνου, ἈριστάνδροἉρποκρατίωνος, Ἀπέλλους, Ἀρισταγόρου, Ἀριστοβρότου, Ἀρχιμήδους, Βοηθοῦ, Βίαντος, Βηρώσου, Βερονίκης, Βροτίνου, Βίωνος, Γλαύγωνος, ∆ημώνακτος, ∆ημητρίου, ∆αμίππου, ∆ιογένους, ∆ιοδώρου, ∆ημοκρίτου, ∆ιοτίμου, ∆ιοκλέους, ∆αμαρμένους, ∆ιδύμου, ∆ίωνος, ∆ίου, Εὐκλείδου, Εὐφράτου, Ἐπιχάρμου, Ἐπανδρίδου, Ἐρσιστράτου, Ἐκπώλου, Ἐπικούρου Γαργητίου, Ἐπικτήτου,Ἑρμοῦ, Ἐμπεδοκλέους, Ἐπικούρου Ἀθηναίου, Εὐσεβίου Εὐρύσου, Ἐρατοσθένους, Εὐρυστράτου, Ἐκφάντου, Ἐπιδικου, Εὐδόξου, Ἐπιγένους, Εὐηνίου, Εὐρυφάμου, Ζαλεύκου, Ζήνωνος, Ζοροάστρου, Ἡρακλείδου, Ἡρακλείτου, Ἡροφίλου, Θεμιστίου, Θεοβούλου, Θεανοῦς, Θεάγους, Θεοφράστου, Θεοδώρου, Θάλητος, Θεοκρίτου, Θρασύλλου, Ἱερωνύμου, Ἱππίου, Ἰαμβλίχου, Ἱεροκλέους, ἹππάλοἼωνος, Ἱππώνου, Ἱέρακος, Ἱπποδάμου, Ἱππάσου, Ἰούγκ Κρίτωνος, Κλεοβούλου, Κέβητος, Κορίσκου, Κλειτομάχου, Κριτολάου, Κλινέου, Καρνεάδου, Κλεάνθους, Καλλιμάχου, Κριτίου, Κράντορος, Καλλικρατίδου, Λευκίππου, Λουκίου, Λύσιδος, Λύγκου, Λύκωνος, Λεωφάνους, Λογγίνου, Μεναίχμου, Μητροκλέους, Μετώπου, Μενεδήμου, Μουσωνίου, Μνησάρχου, Μελίσσου, Μητροδώρου, Μίλωνος, Μοδεράτου, Μαξίμου, Νικολάου, Νουμηνίου, Ναυμαχίου, Ναυκράτους, Νικίου, Νικοστράτου, Ξενοκράτους, Ξενοφάνους, Ὀνάτου, Ὀκέλλου, Ὀνήτορος, Πανακαίου, Πιττακοῦ, Περιάνδρου,