1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

123

Ταῦτα καὶ τὰ τοιαῦτα γράψας καὶ ὀνειδίσας, ὁ βασιλεὺς εἰς τὸ ἑξῆς καθίστα πρὸς τὸ εὐφυλακτότερον τὸν λαόν. 329

{ΣΥΓΓΡΑΦΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΤΕΤΑΡΤΗ}.

∆ημηγορία βασιλέως πρὸς τοὺς ἀρχιερεῖς περὶ τῶν καθ' αὑτόν. Ἄρχεται δ'

ἐνθένδε τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον. Ὁ γὰρ βασιλεύς, πᾶς γιγνόμενος πρὸς τὸ πεῖσαι αὐτῷ τε ἠπίως προσενέγκασθαι καὶ τὸν δεσμὸν λύειν, ἐπεὶ ἀπέγνωστό οἱ τὰ τοῦ σκοποῦ, πολὺς ἦν ὀριγνώμενος ἐκ παντὸς τρόπου ἐκεῖνον ἀποσκευάσασθαι. Ὅθεν καὶ πολλάκις τοὺς ἀρχιερεῖς συγ καλῶν, ἐμαρτύρετο τὴν ἀνάγκην, ὡς δέον ὄν, ἀνέδην ἄγοντα τῶν ἄλλων σχολήν, τὰ τῆς ἀρχῆς, πολλὰ ὄντα καὶ δυσεξάνυστα, προσκοπεῖν. Ὁ δὲ κἀκείνοις ἐνειλούμενος ἐξ ἀνάγκης ἀπαραιτήτου, ὡς μέγα τι καὶ τὸν ἀπὸ τοῦ πατριάρχου δεσμὸν ἐφόλκιον ἐπισύρεται. Ἐχρῆν δ' οὐχ οὕτως, ἀλλὰ καὶ αὐτοὺς τῷ πράγματι νεμεσᾶν, εἰ, πλημμελήματος μὴ οἵου τ' ὄντος τῇ εἰς τὸ ἀρχαῖον τῶν πραγμάτων ἐπανακάμψει ἐξαληλίφθαι, ὁ πρὸς τὸ θεραπεύειν τατ τόμενος δυοῖν θάτερον πράττοι, ἢ τὰ πρότερα ὡς εἶχεν ἀνταπαιτῶν, ἢ τὴν θεραπείαν ἀναβαλλόμενος· τὸ μὲν γὰρ ἀδύνατον, τὸ δὲ πάντως ἀνοικονόμητον. Καὶ δέον ὂν παραινεῖν καὶ τὴν τοῦ μεταγνῶναι δεικνύειν ὁδὸν καὶ τῷ μηδὲν τοῦ πλημμελήματος αἰσθομένῳ ἢ καὶ καταρρᾳθυμοῦντι ἐκ προαιρέσεως, ὁ δὲ καὶ τὸν ἐξ αὐτοῦ νυττόμενον τῷ γνησίως μεταγνῶναι καὶ τὴν θερα πείαν ἐκτόπως θέλοντα δέχεσθαι, κἂν τομαῖς κἂν καυστῆρσιν οἰκονομοῖτο, ἐκεῖνος ἀπωθεῖται καὶ τῷ μεταγνῶναι τὸ ἀπογνῶναι συνείρει, ὡς κρεῖττον ὂν μὴ μεταγνῶναι ἢ ἀπογνῶναι μεταγνόντα· τὸ μὲν γὰρ ἀναλγησίαν κατηγορεῖ, τὸ δ' ἀπώλειαν αἰωνίζουσαν· αὐτὸν μὲν οὖν καὶ πολλάκις προσ ελθόντα ἀποπέμπεσθαι καί, ζητοῦντα τοὺς τρόπους τῆς ἰατρείας, οὐχ ὅπως 331 λαμβάνειν, ἀλλὰ καὶ προσονειδίζεσθαι, καὶ τέλος οὐδὲν ἄλλο πυνθάνεσθαι πλὴν τὸ ἀνάγκην εἶναι τὸ τραῦμα ἰᾶσθαι, ὅπως δ' ἰῷτο μὴ μανθάνειν, ἀλλὰ πρὸς τὸ πράττειν προτρέπεσθαι, μηδὲν εἰδότα τῶν πράττειν ὀφειλομένων, εἶναι δ' ὑποπτεύειν τὸ πᾶν χλεύην. «Ὥρα γοῦν δεδοικέναι μή τι καὶ πράττοντος ἐκεῖνος ἀναλαμβάνων τὸ ἔγκλημα, ὡς μηδενὸς αὐτάρκους γενομένου, μὴ καταδέχοιτο καὶ οὕτω πονέσας ἀνήνυτα γνώσομαι. Ὃ δ' οὖν καὶ ἐμφαίνει πλαγίως, ἀκούσαντες ἂν διαγνῶτε ἢν ὅλως συμφέροι· ἀποθέσει γὰρ βασιλείας καὶ ἰδιωτισμῷ μετιέναι τὸ ἔγκλημα βούλεται. Τὸ δὲ ᾧ ἂν καὶ συνενέγκοι σκοπῶν, οὐδ' ὅλως εὑρίσκω. Ἐπὶ μὲν οὖν τοῖς κοινοῖς, αὐτόθεν δῆλον, καὶ οὐδὲν δεῖ ἐρωτῶντας μανθάνειν· τὸ γὰρ μήτ' ἐκείνου οἵου τε ὄντος τὰ πράγματα διοικεῖν καὶ μηδὲ συμβάντος ἐκστῆναι, ὡς μέγα τι τὴν ἐρημίαν λογίζεσθαι, οὐδὲν ἀλλ' ἢ ζητοῦντος οἶμαι κοινὸν ὄλεθρον καὶ Τελχῖνος τρόπον ἐνδεικνυμένου. Ὃ δὲ καὶ μᾶλλον δια φερόντως τῶν ἄλλων ἅπτεσθαι τῶν ἐμῶν, μακρὰν ἂν τὴν δημηγορίαν κατέ τεινα ἄν, ἢν μή γε καὶ ἀφ' ἑνὸς μόνου οἷός τ' ἦν παριστᾶν τὴν βλάβην. Τί γάρ μοι καὶ ἐχέγγυον τοῦδε αὖθις ἀπραγμόνως βιῶσαι, καταθεμένῳ τὴν ἐξουσίαν; Τί δὲ γυναικὶ καὶ παισὶ μᾶλλον, οἷς ἂν παρευθὺς μοῖραν ἐφεδρεύειν ἀνάγκη ἧς ὁ τυχὼν οὐ γηθήσειεν; Ἐμοὶ μὲν οὖν οὐκ ἔστιν ἀμφισβητεῖν ἐκείνῳ τῆς πνευματικῆς ἰδμοσύνης, κἂν ὅ τι κελεύοι· τέως δ' ἐν τούτοις πολλοῦ γε δέω προσεπαινεῖν. Ποῦ γὰρ καὶ τίνι ποτ' ἔθνει τὸ τοιοῦτον ἔβλαστε; Καὶ εἰς τί παράδειγμα βλέπων ὁ ἱεράρχης ἀνεμεσήτως ἀξιοῦν ἔχοι τοῦτο καὶ ἐν ἡμῖν; Ἦ οὐκ οἶδε τὸν τοιαύτης γευσάμενον καθάπαξ μεταβολῆς μὴ τρόπον εἶναι μετεγκλίνειν πρὸς ἄλλο ἢ μετεγκλίναντα τελευτᾶν; Πόσοις γὰρ ἐφεδρεύεται βασιλεία; Ὁπόσοις δὲ καὶ ἡ πίστις ἔψυκται ἐπὶ τοῦ σχήματος, σῳζομένου καὶ ἔτι τοῦ βασιλέως, οὓς καὶ καθυφεικότος ὡρμημένους πάλαι θαρρεῖν ἀνάγκη. Κἂν αὐτοὶ μὴ δρῷεν ἰάπτοντες ἄλλως, ἀλλὰ τῷ γ' ἐπὶ τῆς ἀρχῆς 333 καταστάντι, ὥσπερ ἀντιζηλοῦν εἰκός, οὕτω καὶ δρᾶν τὰ χείριστα ῥᾴδιον. Τί δὲ καὶ ἀνάγειν τὴν ἀρχὴν