ἐγ γιοῦσιν· ἐπὶ δὲ τούτου εὐχὴν λέγουσαν· ̓Ηγγίσατο ἡ δέησίς μου, καὶ ἑξῆς. Τίς δὲ τούτων ἡ διαφορά; Αξιον θεωρῆσαι· ὁ Θεὸς οὐκ ἐν τόπῳ ἐστὶν, δύναμις γάρ ἐστιν αῤῥητος καὶ αφθεγκτος καὶ ἀόρατος. Εἰ δὲ οὐκ εστιν ἐν τόποις ὁ Θεὸς, ἐγγίζειν δὲ εσ τι τῷ Θεῷ, δηλονότι τῷ ἐν ἡμῖν ἀοράτῳ ἐγ γίζομεν αὐτῷ. Τί δὲ ἐν ἡμῖν ἀόρατον; η ὁ κρυπτὸς τῆς καρδίας ανθρωπος, ον ὠνόμα σεν ἡ γραφὴ εσω ανθρωπον. Τούτου εστιν ἐγγίσαι τῷ Θεῷ. Εστι δὲ ἐγγίσαι διὰ ̓Ιησοῦ Χριστοῦ, καὶ μάλιστα ἐὰν νοήσωμεν τὸν Χριστὸν, οτι δικαιοσύνη ἐστὶ, οτι ἀλήθεια, καὶ σοφία, καὶ ἀνάστασις, καὶ φῶς ἀληθινόν. Ανευ γὰρ τούτων οὐκ εστιν ἐγγίζειν τῷ Θεῷ, ἀλλ' οὐ δὲ χωρὶς εἰρήνης τῆς φρουρούσης τὰς καρ δίας καὶ τὰ νοήματα, ητις ἐστὶν ὁ Χριστός. Οσῳ δέ τις ἀπολείπεται δικαιοσύνης καὶ σοφίας, τοσούτῳ μακράν ἐστιν ὁ τοιοῦτος τοῦ Θεοῦ. 118.170 Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιον σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. ̓Εν τῷ βίῳ τούτῳ κοσμικά ἐστιν ἀξιώμα τα τούτων τῶν πραττόντων τὰς νομιζομένας ὑπεροχὰς ἐν ἐξουσίαις καὶ ἀρχαῖς· ουτως ἐστὶν ψυχῆς ἀξίωμα· οπερ εχει ὁ ἀπόστο λος· ἀξίωμα γάρ ἐστιν ειναι ἀπόστολον Χριστοῦ ̓Ιησοῦ, καὶ σώζειν τὸν χαρακτῆρα τοῦ ἀποστόλου. ̓Αξιώματά ἐστι καὶ τὰ ἐκ κλησιαστικὰ τάγματα, τὸ ειναι ἐπίσκοπον, εἰ τύχοι, η πρεσβύτερον, η αλλο τι τῶν ἑξῆς. ̓Αξιώματα δὲ ψυχῆς καὶ τὸ εχειν τὰς ἀρε τὰς, η μίαν τινὰ ἐξ αὐτῶν. ̓Εὰν οὐκ εχῃ τις τοιοῦτον ἀξίωμα, ο κυρίως καὶ ἀληθῶς ἐστιν ἀξίωμα, ευχεται τῷ Θεῷ λέγων· Εἰσ έλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. -Τὸ ἀξίωμα τινὲς μὲν ἡρμήνευσαν τὴν ἀπάθειαν, αλλοι δὲ τὴν ἀξίωσιν. 118.171 ̓Εξερεύξαιντο τὰ χείλη μου υμ νον. Τὸ μὲν ψάλλειν ἀνθρώποις ἁρμόζει· τὸ δὲ ὑμνεῖν ἀγγέλοις, η τοῖς εχουσι σχεδὸν ἀγγελικὴν κατάστασιν. Οντως καὶ οἱ ἀ γραυλοῦντες ποιμένες οὐκ ηκουσαν ψαλλόν των ἀγγέλων, ἀλλ' ὑμνούντων καὶ λεγόν των· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ τὰ ἑξῆς. - Υμνος δέ ἐστιν δοξολογία μετ' ἐκπλήξεως ἐπὶ τῇ θεωρίᾳ τῶν γενομένων ὑπὸ Θεοῦ. 118.172 Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λό γιά σου, οτι πᾶσαι αἱ ἐντολαί σου δικαιο σύνη. Τουτέστι δικαιοσύνης ποιητικαί. - ̔Ο λέγων τοῦτο ευχεται ινα α φθέγγεται, λόγοι ωσι Θεοῦ. Καὶ γὰρ γέγραπται ἀλλαχοῦ· Ανοιγε σὸν στόμα λόγῳ Θεοῦ. ̔Ο δὲ τοιοῦτος εὐχόμενος ἀργὸν ῥῆμα οὐ λαλεῖ, φθέγ γεται δὲ κυρίως τὸν περὶ δικαιοσύνης λόγον, οὐχὶ φωνῇ μόνῃ αὐτὸ προφέρων, ἀλλὰ καὶ εργοις καὶ προθέσει πρακτικῇ τῇ κατὰ τὸν ὀρθὸν λόγον εὐθυνομένῃ. - Ορα τῶν θείων ῥημάτων τὸ ευτακτον, ων ὡς ἰδιωτικῶν κα ταφρονοῦσιν παῖδες ̔Ελλήνων. Πρῶτον γὰρ τὸ ἐγγίσατο, ειτα τὸ μεῖζον, τό· Εἰσέλθοι τὸ ἀξίωμά μου. Πρὸ γὰρ τοῦ εἰσέλθοι, τὸ ἐγγί σαι· ἐγγίσας γάρ τις οἰκίᾳ, ἐὰν ῃ φίλος τοῦ οἰκοδεσπότου, εἰσέρχεται. Ην δὲ κέκληκε δέησιν, νῦν ειπε ἀξίωμα παρὰ τὸ ἀξιοῦν. 118.175 Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέ σει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. Τὸ αἰνεῖν σε τῶν ζώντων ἐστίν· οἱ γὰρ νεκροὶ οὐκ αἰνέσουσι τὸν Κύριον. 118.176 ̓Επλανήθην ὡς πρόβατον ἀπο λωλός· ζήτησον τὸν δοῦλόν σου, οτι τὰς ἐν τολάς σου οὐκ ἐπελαθόμην. Εἰ καὶ ἐπλανήθην, ἀλλ' οὐκ ἐπελαθόμην τῶν ἐντολῶν σου· ἠθέλησα ουν βιῶσαι κατὰ ταύτας. Ζήτησόν με, ευρόν με, ἐπανάλαβέ με, ἐπάνελθε, εχων με. Ζήτησον τὸν δοῦλόν σου, οτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Εἰ καὶ παρέβην τινὰς, ἀλλὰ λήθην οὐκ ἐδε ξάμην παντελῆ. ̓Αλλὰ ταύτην μὲν ὁ προφή της προσενήνοχε τὴν εὐχὴν, τετύχηκε δὲ απασα τῶν ἀνθρώπων ἡ φύσις τῆς σωτηρίας. Εδραμε γὰρ ὁ καλὸς Ποιμὴν ἐπὶ τὸ πλα νώμενον πρόβατον, καὶ περιελθὼν τὰ ορη καὶ τοὺς βουνοὺς (παρὰ ταῦτα γὰρ ἐπλανᾶ το λατρεῦσαι τοῖς δαίμοσιν), ευρε, καὶ ἐπὶ τῶν ωμων λαβὼν, ἐπανήγαγε, καὶ ηὐφράνθη μᾶλλον η ἐπὶ τοῖς ἐννενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. Η ουτως· ἐπειδὴ τέλος νόμου ὁ Χριστὸς εἰς δικαιοσύνην, εἰκότως σφραγῖδα τῇ παρούσῃ ψαλμῳδίᾳ τὸν νῦν στίχον ὁ προφήτης ἐπέθηκε. ̓Αλλ' ὁ Ποιμὴν ἡμᾶς ὁ ἀληθινὸς, οὐδὲ ουτως ἀπογινώσκων· ηλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ