κ. τ. ἑ. Ἡ ἐν Χριστῷ Ἐκκλησία τοὺς δύο στίχους λέγει. ∆ιηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ὅταν λάβω καιρὸν, κ. τ. ἑ. Ὁ Σύμμαχος· «Ὅταν λάβω τὴν συναγωγήν.» Ὅταν, φησὶν, ἐπανέλθωμεν, καὶ εἰς τὸν ἱερόν σου συναθροισθῶμεν ναὸν, τότε σε ἐννόμως ὑμνήσομεν· καὶ τὰς σὰς εὐεργεσίας τοὺς ἀγνοοῦντας διδάξομεν· ἐκεῖνος γὰρ ἡμῖν ὁ καιρὸς τοῦτο ποιεῖν ἐπιτρέψει. Οὕτως ἃ ἐχρῆν τοὺς ἐν Βαβυ λῶνι δορυαλώτους διδάξας, ὑποδείκνυσι τὸν Θεὸν πρὸς τὰς γεγενημένας ἐπαγγελίας ἀποκρουόμενον καὶ λέ γοντα· «Ἐγὼ εὐθύτητας κρινῶ.» Ὅρα τοίνυν εἰ μὴ διὰ τούτων ὁ Σωτὴρ τὰς οἰκείας ἐνεργείας διδάσκει, τὴν τοῦ Πατρὸς διεξιὼν θεολογίαν. Φησὶ γοῦν· «∆ιηγήσομαι τὰ θαυμάσιά σου, ὁ Θεὸς, ὅταν λάβω τὴν συναγω γήν·» ἐπαγγέλλεται γὰρ, καιροῦ ἐπιτηδείου λαβό μενος, πάντα τὰ θαύματα τοῦ Πατρὸς διηγήσασθαι. ∆ικαιοσύνης δὲ καὶ εὐθύτητος ἔργον τὸ μὴ μόνους Ἰουδαίους προσίεσθαι, ἀλλ' ἐξ ἁπάντων ἐθνῶν τὴν ἐκλογὴν ποιεῖσθαι τῶν σωζομένων. Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐ τὴν, κ. τ. ἑ. Γῆν λέγει τὴν φύσιν τὴν λογικὴν, ἥτις ἐτάκη ἀπὸ πυρὸς τοῦ πνευματικοῦ ὃ ἦλθε βαλεῖν ὁ Σωτὴρ ἐπὶ τῆς γῆς. Τῆξις δέ ἐστι χωρισμὸς ψυχῆς ἀπὸ κακίας· πῦρ δέ ἐστι νοητὸν διδασκαλία πνευ ματικὴ τοῦ Σωτῆρος, φθαρτικὴ κακίας καὶ ἀγνω σίας. Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, κ. τ. ἑ. «Καὶ γνόντες τὴν χάριν, φησὶν ὁ Ἀπόστολος, 12.1536 τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι.» Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος· καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη. Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς, κ. τ. ἑ. Νῦν μὲν αἱ κολάσεις κεκερασμέναι προσάγονται τοῖς ἁμαρτάνουσιν· ἐν δὲ τῷ μέλλοντι ἄκρατοι καὶ ὡσανεὶ τρυγώδεις προσενεχθήσονται. Ἢ καὶ οὕτως· Τὸ ποτήριον, φησὶν, ἔστιν ἐν τῇ τοῦ Κυρίου χειρὶ, εἰς ὃ ἑκάστου ἀνθρώπου τοὺς καρποὺς καὶ τοὺς ἀγα θοὺς καὶ τοὺς πονηροὺς οἱονεὶ ἐκπιέζων, καὶ τὸ ἀγαθὰ τοῖς πονηροῖς ἀνακιρνῶν, πλῆρες αὐτὸ ἀπο τελεῖ· εἶτα ὧν οὐκ ἐκχεῖται ὁ τρυγίας, τουτέστιν ὧν ἐναπομένουσιν αἱ ἁμαρτίαι, οὗτοι αὐτὸ ἐκπίονται. καὶ τοῖς ἰδίοις κακοῖς μεθυσθήσονται· ὥσπερ καὶ οἱ ἅγιοι πάντες τὸ ποτήριον τῆς ζωῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετ' αὐτοῦ τοῦ Κυρίου Ἰησοῦ, κατὰ τὴν τοῦ Κυρίου φωνήν. ΨΑΛΜΟΣ ΟΕʹ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τό πος αὐτοῦ, κ. τ. ἑ. Ὁ φύσει τοῦ Θεοῦ ἐν ἡμῖν τόπος, οὐκ ὢν πρότερον ἐν εἰρήνῃ, γέγονεν εἰρήνη. Ἐν τῇ Χριστοῦ οὖν ἐπιδημίᾳ ἐγνώσθη ὁ Θεὸς, ἀπο καλύψαντος αὐτὸν τοῦ Υἱοῦ ἐν τῇ ἄνω Ἱερουσαλήμ. Ἢ ἐν τῇ ἄνω Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, ἔνθα ὁ ἀληθινὸς Θεός ἐστιν αὐτοῦ, καὶ οὐ τυπικὴ δόξα αὐτοῦ· νῦν γὰρ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι γνωστός ἐστιν ὁ Θεός. Ἀλλὰ καὶ οὐκ ἐν τῷ κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. «Τόπος» δὲ Θεοῦ ὃν διδόασιν ἐν ἑαυτοῖς αὐτῷ, ἐν τῇ ἄνω ἐστὶν Ἰουδαίᾳ, ἐν ᾗ «ἐγενήθη ἐν εἰρήνῃ·» ᾧ ἀνάλογόν ἐστι «τὸ κατοικητήριον» τοῦ Θεοῦ «ἐν Σιὼν,» περὶ ἧς εἴρηται· «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ·» ἔνθα διὰ τοῦτό ἐστιν εἰρήνη, ἐπεὶ συνετρίβη ἐν αὐτῇ τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαία, καὶ πόλεμος. Τοῦ αὐτοῦ. Τόπος Θεοῦ, ψυχὴ καθαρά· κατοι κητήριον δὲ Θεοῦ, νοῦς θεωρητικός. Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον, κ. τ. ἑ. Τόξα νῦν τοὺς δαίμονας ὀνομάζει, ἀφ' ὧν τὰ πεπυρωμένα βέλη ἐκπέμπονται. Βέλος δὲ πεπυρωμένον ἐστὶν ὁ ἐμπα θὴς λογισμός· τὸ δὲ αὐτὸ καὶ ὅπλον καὶ ῥομφαία κα λεῖται. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, κ. τ. ἑ. Τουτέστι, διδάσκεις ἡμᾶς διὰ τῶν ἁγίων δυνάμεων. Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, κ. τ. ἑ. Τὸ ταράττεσθαι ἀσυνέτων ἐστί· συνετοὶ γὰρ οὐ ταράσσονται. Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐ 12.1537 τῶν, κ. τ. ἑ. ∆ι' ὃ καλῶς παρεγγυᾷ ὁ σοφὸς Σολομὼν, «Μὴ δῷς ὕπνον, λέγων, σοῖς ὄμμασι, μηδ' ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ