123
πεπιστευκόσι, καὶ εἷς καὶ ὁ αὐτὸς καὶ τούτων κἀκείνων χρηματίζει Θεός· "Ὁ γὰρ αὐτὸς, φησὶ, Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπι καλουμένους αὐτόν." Εἰκότως ἐπήγαγε· κηʹ. Καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος, ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. Τῷ ὄντι γὰρ διὰ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων καὶ τὰ ἔθνη τὸ τῆς θεογνωσίας ἐδέξατο φῶς· ἐξ Ἰουδαίων γὰρ οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ πρῶτοι τῶν ἀποστόλων μα θηταὶ, καὶ ἐκ τῶν παρὰ Ἰουδαίοις φυλαττομένων προφητικῶν βίβλων τὰ περὶ τοῦ Σωτῆρος ἡμῶν Χρι στοῦ μανθάνοντα τὰ ἔθνη, πεπίστευκε τῷ θείῳ κη ρύγματι. Οὗ χάριν καὶ ὁ θεῖος Ἀπόστολος ἐγκεντρί ζεσθαι ἔφη τοὺς ἐξ ἐθνῶν πιστεύοντας ἐν τῇ τῶν Ἰουδαίων εὐσεβεῖ ῥίζῃ, καὶ ἀποκλᾶσθαι, καὶ τῆς ῥίζης ταύτης χωρίζεσθαι τοὺς ἐξ Ἰουδαίων ἀπι στοῦντας. Τῆς σωτηρίας τοίνυν, φησὶ, πρώτοις Ἰου δαίοις χορηγουμένης γνώσεται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς· ἐξ Ἰουδαίων γὰρ ὁ ∆εσπότης Χριστὸς κατὰ τὴν σάρκα, παρὰ Ἰουδαίοις ὁ σταυρὸς, ὁ τάφος, ἡ ἀνάστασις· ἐξ Ἰουδαίων οἱ ἀπόστολοι, καὶ οἱ πρῶτοι κήρυκες. Εἰκότως τοίνυν τὰ ἔθνη διὰ τούτων ἀπολαύει τῆς σωτηρίας.
ΚΕΦΑΛ. ΛΗʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ
πρόσωπόν σου ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγὼγ, ἄρχοντα Ῥὼς, Μοσὸχ, καὶ Θοβέλ. - Γὼγ καὶ Μαγὼγ Σκυθικὰ ἔθνη· Μοσὸχ δὲ Καππαδόκας εἶναί φασι, καὶ Θοβὲλ Ἴβηρας· τὸ δὲ Ῥὼς ἡ Ἑβραίωνφωνὴ κεφαλὴν ἡρμήνευσε, καὶ ὁ Ἀκύλας δὲ κεφα λὴν Μοσὸχ τὸ Ῥὼς ἡρμήνευσε. γʹ, δʹ. Καὶ εἰπὲ αὐτοῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Γὼγ καὶ Μαγὼγ, ἄρχοντα Ῥὼς, Μοσὸχ καὶ Θοβέλ. Καὶ περι στρέψω σε κυκλόθεν, καὶ δώσω χαλινὸν εἰς τὴν σιαγόνα σου, καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύ ναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώ ρακας πάντας, συναγωγὴ πολλή· πέλτας καὶ περικεφαλαίας, καὶ μαχαίρας, καὶ ἀσπίδας πάντες αὐτοὶ ἔχοντες. Ἐδίδαξεν ἡμᾶς διὰ τῶν εἰρημένων τῆς θείας ἐνεργείας τὸ δυνατὸν, καὶ ὅτι τῶν τοιούτων οὐδὲν δίχα τοῦ θείου βουλήματος γίνε ται, ἀλλ' ἢ οἰκονομοῦντος ἐπ' ἀγαθῷ, ἢ συγχωροῦν τος γίνεσθαι τὰ λυπηρὰ, διὰ τὰς προγεγενημένας 81.1201 ἁμαρτίας. Τὸ τοίνυν, "∆ώσω χαλινὸν εἰς τὰς σια γόνας σου, καὶ συνάξω σε," οὐ χαλινὸν αἰσθητὸν νοοῦμεν ἐμβαλλόμενον, ἀλλὰ τῷ θείῳ νεύματι ἀγό μενον τόν τε Γὼγ καὶ Μαγὼγ, καὶ τοὺς σὺν αὐτῷ πάντας, ὧν καταλέγει τὰ γένη. εʹ. Πέρσαι γὰρ, φησὶ, καὶ Αἰθίοπες, καὶ Λυδοὶ, καὶ Λίβυες, καὶ Φοὺτ μετ' αὐτῶν. Εἶς δὲ καὶ οὗτος τῶν τοῦ Χὰμ υἱέων, τῶν ἑσπερίων Λιβύων προπάτωρ γενόμενος. "Πάντες περικεφαλαίαις καὶ πέλταις." Πάντες οὗτοι ἀσπίδας, καὶ περικε φαλαίας, καὶ πέλτας ἔχοντες. ʹ. Γομὲρ, καὶ πάντες οὗτοι περὶ αὐτόν. Τοὺς Γαλάτας οὕτω καλεῖ. Οἶκος τοῦ Θογαρμά. Φρύγας τούτους εἶναί φησιν· "Ἀπ' ἐσχάτου βοῤῥᾶ, καὶ πάντα τὰ ὑποστηρίγματα αὐτοῦ, καὶ ἔθνη πολλὰ μετ' αὐτοῦ." -Ὑποστηρίγματα λέγει τοὺς ὑπηκόους, τοὺς τὴν βασιλείαν ὑπερείδοντάς τε καὶ ἀνορθοῦντας. ζʹ, ηʹ. Ἑτοιμάσθητι, ἑτοίμασον σεαυτὸν, σὺ καὶ πᾶσα ἡ συναγωγή σου, ἡ ἐπισυνηγμένη πρὸς σὲ, καὶ ἔσῃ μοι εἰς προφυλακήν. Ἀφ' ἡμερῶν πλειόνων ἑτοιμασθήσῃ, καὶ ἐπ' ἐσχάτου τῶν ἐτῶν ἥξεις εἰς τὴν γῆν, τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, ἠθροισμένη ἀπὸ λαῶν πολλῶν, ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγέ νετο ἔρημος διόλου. Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, φασὶν οἱ κατὰ καιρὸν γενόμενοι τῆς Ἐκκλησίας διδάσκαλοι, ταῦτα τὰ ἔθνη ἐπιστρατεῦ σαι τῇ Ἰουδαίᾳ· καὶ συμβαίνει τῇ προφητείᾳ ἡ ἑρ μηνεία. Λέγει γάρ· "Ἥξεις εἰς τὴν γῆν τὴν ἀπ εστραμμένην ἀπὸ μαχαίρας," τουτέστι, τὴν τῶν πολεμίων ἀπαλλαγεῖσαν, καὶ τῆς αἰχμαλωσίας ἐλευ θερωθεῖσαν. Καὶ ἐπάγει· "Ἠθροισμένη ἀπὸ λαῶν πολλῶν ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγένετο ἔρημος διόλου." Φασὶ δὲ τοῦ Ζοροβάβελ στρατηγοῦντος ταῦτα τὰ ἔθνη ἀναιρεθῆναι, καὶ ἀπὸ τῶν σκύλων τοῦ θείου νεὼ τὴν οἰκοδομίαν γενέσθαι.