De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
σου ἐτήρησαν. Νῦν ἔγνωσαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν, ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας." Ἔφη δὲ καὶ ὁ Λουκᾶς ἐν τῇ τῶν Πράξεων συγγραφῇ ὡς ἐκ προσώπου τοῦ Πέτρου· "Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός." Συνίης οὖν ὅτι πανταχῇ δίδωσι μὲν ὁ Πατὴρ δόξαν τε καὶ κυριότητα, δέχεται δὲ καὶ μάλα ἀσμένως ὁ Υἱός; Ἀλλ' εἰ τοιοῖσδέ τισι καταπαίειν ἡμᾶς ἀποτολμῷεν λόγοις, προσείροντές που καὶ ἕτερα, τίς ἂν γένοιτο διεκδρομὴ καὶ ἀπόνευσις τοῦ κακοῦ, τοῖσγε ὡς ἄριστα φρονεῖν ᾑρημένοις; {Α.} "Ὁ πραῢς ἔστω μαχητής," ἱερὸς καὶ θεῖος ἡμῖν ὑποπεφώνηκε λόγος. ∆εῖν δὲ ἔγωγέ φημι ταῖς τῶν ἐναντίων ἀντιφέρεσθαι δόξαις, κατορρωδοῦντας οὐδέν. Θεὸς γὰρ ὁ ἐνεργῶν ἐν ἡμῖν, καὶ ῥῆμα μὲν γλώτταις ἐνιείς, ἀπευθύνων δὲ πρὸς τὸ ἀκιβδήλως ἔχον τῶν εὐσεβούντων τὸν νοῦν· τὸ δὲ δὴ τῆς εὐθείας ἐξέρπειν ὁδοῦ καὶ παρακομίζεσθαί ποι πρὸς τὸ ἀκαλλὲς καὶ ἐκτετραμμένον μεταπεῖθον αὐτοὺς ἐκεῖνό ἐστιν. {Β.} Τὸ τί δὴ φῄς; {Α.} Τό, οἶμαι, παρέντας ὡς ἀσυντελὲς εἰς ὄνησιν τὸ εἰδέναι καιροὺς οἵπερ ἂν ἑκάστῳ πρέποιεν τῶν δρωμένων, 600 ἀκατάσκεπτον ποιεῖσθαι τῶν λόγων τὴν ἐπιτήρησιν. Εἰ μὲν γὰρ οὐ γέγονε σὰρξ ὁ Λόγος, εἰ μὴ ἐσκήνωσεν ἐν ἡμῖν, παρείσθω λοιπὸν ὡς ἕωλον ἡ καιρῶν ἐπιτήρησις, καὶ ἀκριβείας τῆς ἔν γε τούτοις ἐξῃρημένης, ἀδιαφορείτω πᾶς λόγος κατὰ τοῦ Μονογενοῦς· εἶτα τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ δι' οὗ τὰ πάντα ἐγένετο, ὁ σύνεδρος τῷ γεννήσαντι καὶ συναΐδιος Λόγος, ὁ ἀναφὴς καὶ ἀόρατος, λεγέσθω παθεῖν εἰς ἰδίαν φύσιν καὶ τὰς κατὰ νώτου πληγὰς καὶ τὴν εἰς χεῖράς τε καὶ πόδας τῶν ἥλων διάτρησιν καὶ τραῦμα τὸ εἰς πλευράν, καὶ τὴν κορωνίδα τῶν κακῶν, φημὶ δὴ τὸν θάνατον. {Β.} Ἀλλὰ ταυτί που πάντως ἐροῦσι συμβῆναι περὶ τὸ ἀνθρώπινον· πέπονθε γὰρ καθὸ ἄνθρωπος. {Α.} Τί δέ, ὦ φιλότης, οὐ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας συμβῆναί φαμεν τῷ Υἱῷ τὸ παθεῖν; {Β.} Ναί· γράφει γὰρ ὁ Παῦλος ὅτι "Ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας." Καὶ αὐτὸς δέ που διὰ φωνῆς Ἡσαΐου φησί· "∆ιὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με." {Α.} Ἀνέστησε δέ, εἰπέ μοι, τὸν ἑαυτοῦ ναόν, καινοτομήσας τὸν θάνατον καὶ πλεονεκτήσας τὴν φθοράν, πότερα καθ' ἡμᾶς ὡς ἄνθρωπος, ἢ ὡς Θεὸς ἐκ Θεοῦ, καὶ εἰ πέφηνε μετὰ σαρκός; {Β.} Ὡς Θεὸς ἐκ Θεοῦ. {Α.} Τὸ ἐν ἐκείνοις οὖν αἶσχος καὶ τὸ ἐκ τῆς ἐντροπῆς ἀκαλλὲς κατηφάνισται τοῖς δευτέροις, καὶ δεδόξασται διὰ τὴν ἀνάστασιν ὁ Υἱός, καίτοι πρὸ αὐτῆς τὸν ἀτιμότατόν τε καὶ ἀκλεᾶ μὴ παρωσάμενος θάνατον, διὰ τὴν ἑκούσιον κένωσιν. {Β.} Ἀλλὰ ταύτην εἰληφέναι λέγεται παρὰ τοῦ Πατρὸς τὴν δόξαν ὁ Υἱός. {Α.} Ὀρθῶς, ὦ ἑταῖρε, συνθήσομαι γάρ. Ἐπειδὴ πέφηνεν ἄνθρωπος, καίτοι σοφία καὶ δύναμις ὢν τοῦ Πατρός, καταρ γήσας δι' ἑαυτοῦ τὸν θάνατον καὶ ζωῆς ἀναπιμπλὰς τῆς παρ' ἑαυτοῦ τὸ ἴδιον σῶμα, τῇ οἱονεὶ πηγῇ τῆς ἰδίας ὑποστάσεως ἀνετίθει τὸ δρώμενον. Πρέποι γὰρ ἂν οὐχ ἑτέρῳ τῳ τῶν ὄντων καὶ παρηγμένων εἰς γένεσιν τὸ ζωογονεῖν δύνασθαι καὶ φθορᾶς ἀμείνω ἀποφαίνειν τὴν ἀπὸ γῆς σάρκα, κἂν εἰ ἐπ' αὐτοῦ νοοῖτο Χριστοῦ, καθὸ λέγεται σάρξ, πλὴν ὅτι δὴ μόνῃ τῇ τῆς θεότητος φύσει. Ὅτι δὲ γέγονεν ἐνεργὸς ὁ Υἱὸς εἰς ἀνάστασιν τοῦ ἰδίου ναοῦ, καὶ εἰ λέγοιτο δεδωρῆσθαι τοῦτο αὐτῷ παρὰ τοῦ Πατρός, κατίδοι τις ἂν καὶ λίαν εὐπετῶς, Παύλου μὲν λέγοντος περὶ τοῦ Πατρός· "Τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα·" πρὸς δέ γε τοὺς Ἰουδαίους, 601 αὐτοῦ τοῦ Υἱοῦ· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ἀπέθανε μὲν γὰρ ἐν ἀνθρώ που τάξει κατὰ τὴν σάρκα, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός. Ἀνεβίω δὲ αὖ ἀρρήτῳ δυνάμει καὶ ἀφράστοις ἐνεργείαις χρώμενος, καίτοι καθ' ἡμᾶς ὑπάρχων, κατά γε, φημί, τὸ ἀνθρώπινον. Οὐκοῦν, δοξάζεται μὲν παρὰ τοῦ Πατρός, οὐχ ὡς δόξης ὑπάρχων ἐπιδεὴς ὅταν ἔξω νοῆται σαρκὸς καὶ Θεὸς ἐκ Θεοῦ πιστεύηται, ἀλλ' ἐπείπερ ἦν