1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

124

ἔδει, ὃν μετ' οὐ πολὺ κατάγειν ἠβούλετο, ὡς γεύσαντα μόνον ἀποστερεῖν; Χωρὶς δὲ τούτων καὶ Θεόν, εἴπερ τινὶ ἄλλῳ μεγίστῳ, καὶ καταστάσει βασιλείας συνιέναι πιστεύομεν. Θεοῦ δὲ βουλὴν διασκεδᾶν ἐθέλειν, ὡς μὲν τολμηρόν, ὡς δ' αὔθαδες, ὡς δὲ καὶ μέγαν ἔχον τοῖς τολμῶσι τὸν κίνδυνον. Ταῦτα τοίνυν ἐνθυμουμένους, δεῖ καὶ ὑμᾶς τῷ δικαίῳ τῆς βασιλείας συμπράττειν καὶ μὴ οὕτω καταμελεῖν ἡμῶν, ἐπὶ τοσοῦτον ἀπαγχομένων τοῖς λογισμοῖς. Τί δαί, οὐ τῇ ἐκκλησίᾳ μετάνοια ὥρισται, οὐ νόμοι ταύτης θεῖοι προβέβληνται, οὐχ ὑμεῖς κατ' ἐκείνους τοὺς πολλοὺς θεραπεύετε; Ἦ τοῖς βασιλεῦσι διαφερόντως πρὸς τοὺς πολλοὺς οἱ τῆς ἐκκλησίας πρόκεινται νόμοι; Εἰ δ' οὖν, ἀλλ' εἰ μὴ παρ' ὑμῖν μετανοίας θεσμοί, ἀλλαχοῦ τῶν ἐκκλησιῶν εἰσι, καὶ προσδραμοῦμαι ταύταις καὶ παρ' ἐκείνων θεραπευθήσομαι. Ἡμῖν μὲν οὖν τὰ κατὰ γνώμην εἴρηται, ὑμῖν δὲ σκεπτέον τὸ ποιητέον βουλευομένοις συνάμ' ἐκείνῳ· οὐδὲ γὰρ καὶ εἰσέτι ἀνέξομαι πάσχειν ἀνίατα. Καλὸν γὰρ ἢ παρ' ὑμῖν ἰᾶσθαι, ἢ ζητεῖν τὸν τρόπον τῆς θεραπείας ἑτέρωθεν.» Ταῦτα τοῦ βασιλέως τοῖς ἀρχιερεῦσι διαλαλήσαντος καὶ οἷον πρὸς τὰ τῆς μάχης ἀκροβολισαμένου, ἐκεῖνοι, ἐφ' ἑκάστῳ τῶν λεγομένων τοῖς ἀχθομένοις προσεοικότες, δῆλοι ἦσαν τὰ πρὸς βασιλέα τοῦ πατριάρχου συνόλως οὐκ ἀποδεχόμενοι· καὶ διὰ τοῦτο πολλὰ καὶ αὐτοὶ προτιθέντες καὶ ἅμα συνεί ροντες, θεραπεύειν ἤθελον τὸν κρατοῦντα. Οὐ μὴν δὲ ἀλλὰ καὶ καθυπ ισχνοῦντο, μόνον καὶ αὐτοῦ βασιλέως προσπέμψαντος, αὐτοὶ τὰ μεγάλα συλλήψεσθαι.

βʹ. Ὅπως τὸν τοῦ Γαλησίου Ἰωσὴφ πρὸς τὸν πατριάρχην ἀπέστελλεν ὁ κρατῶν, ζητῶν λύσιν τοῦ ἀφορισμοῦ. Ὁ γοῦν βασιλεὺς καὶ ἄλλους μὲν καθ' ἕνα πλείστους ἀπέστελλεν, ἀξιῶν τὸν ἱεράρχην λῦσαί οἱ τὴν ἀθυμίαν, ἑτοίμῳ ὄντι, ὡς ἐκεῖνος ὑπισχνεῖτο, τὸ κελευόμενον ἐκπληροῦν· τέλος δὲ καὶ τὸν τῆς μονῆς τοῦ Γαλησίου προϊστά μενον Ἰωσήφ, ὃς δὴ καὶ Γαλησίου φανερώτερον ἐκαλεῖτο, ἄνδρα πνευματικὸν 335 καὶ εἰς πατέρα τεταγμένον τῷ βασιλεῖ, ἀποστέλλων κατηντιβόλει δέχεσθαι τὴν πρεσβείαν καὶ συγκατανεύειν τῇ ἀξιώσει. Ἀλλ' ὁ πατριάρχης, πολλὰ μὲν παρὰ τῶν ἀρχιερέων ὑπὲρ τοῦ βασιλέως ἱκετευόμενος, ὡς οὐκ ἄξιον λεγόντων οὕτως ἐπὶ τοσοῦτον τῷ ἐπιτιμίῳ συνίσχεσθαι, πολλὰ δὲ καὶ παρὰ τοῦ πνευμα τικοῦ ἐκείνου καὶ θείου ἀνδρὸς ἀξιούμενος, ἐφ' ᾧ τὴν παιδείαν ἄλλως οἰκο νομοίη, τὸν δεσμὸν λύσας, καὶ προστιμῴη τῷ βασιλεῖ τῶν εἰκότων, ὁ δὲ καὶ μᾶλλον ἠγρίαινε καὶ ἀμεταθέτως εἶχε τῆς γνώμης, ὡς καὶ τοῖς πρεσβεύουσιν ἐπιπλήττειν καὶ αὐτῷ δὴ τῷ Ἰωσὴφ γενναίως ἐπέχειν, τολμῶντι ὡς δῆθεν τὰ τῆς βασιλέως ἀναδοχῆς παρὰ τὴν ἐκείνου θέλησιν. Αἱρεῖ δὲ καὶ λόγος παρὰ πολλοῖς ὡς καὶ ἐπιτιμήσειεν, ἐφ' ᾧ μηδὲ πνευματικὸς ἀναδέχοιτο· ὃ δὴ κἂν γεγονὸς ἢ ἐφυλάχθη, ἢ καὶ παραβαθὲν ἐλύθη ἢ καὶ ἄλυτον ἔμεινεν, κἂν μὴ γεγονὸς ἐφημίσθη, ὡς καὶ ὁ Ἰωσήφ, πατριαρχεύσας ὕστερον, ἀπολο γούμενος ὑπὲρ τούτου, διισχυρίζετο, ὅμως πολὺς ἐντεῦθεν ἀνερράγη κλύδων τῇ ἐκκλησίᾳ, ὡς ἰσχυρὸν προτεινόντων τῶν Ἀρσενιατῶν κατ' ἐκείνου ἔγκλημα πατριαρχεύσαντος σχιζομένων.

γʹ. Ὅπως λίβελλος κατηγορίας κατὰ τοῦ πατριάρχου ἐδόθη τῷ βασιλεῖ. Τότε τοίνυν, βοηδρομιῶνος ἱσταμένου καὶ τῶν συνήθων νηστειῶν τελου μένων, ἑορτῆς ἀγομένης ἣν Ἀκάθιστον σύνηθες ὀνομάζειν, τῶν τις τοῦ κλήρου, ἐν νοταρίοις τῷ πατριάρχῃ τελῶν μετὰ τὸν σφῶν πριμμικήριον, ὃν καὶ μεσίτην εἰώθασιν οἱ πολλοὶ σεμνύνοντες λέγειν, τοὐπίκλην Ἑψητόπουλος, λίβελλον κατηγορημάτων πλήρη συνθέμενος, ἀσμένως ἐγχειρίζει τῷ βασιλεῖ, νυκτὸς τότε οὔσης, μετὰ τὴν τῆς ὑμνῳδίας ἐκπλήρωσιν. Ὁ δέ, τοὺς παρα τυχόντας ἐκ τῶν τοῦ κλήρου συγκαλέσας ἅμα, ἠρώτα εἰ καὶ αὐτοὶ συνοίδασι 337 τῷ Ἑψητοπούλῳ τά οἱ πραχθέντα· ὡς δ' οὐκ ἦν κατανεῦσαι ἀκούοντας πλὴν ἑνὸς ἢ καὶ δευτέρου, περί τε τῶν κεφαλαίων διεπυνθάνετο καὶ ὁποίας εἴη τῆς ὑπολήψεως ὁ τὸν λίβελλον ἐγχειρίσας. Ὡς δ' ἐμαρτύρουν μὲν τῷ δόντι τὰ μέτρια, περὶ δὲ τῶν κεφαλαίων ἀπελογοῦντο ἀνάγκην