Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
περὶ τοῦ κορᾶν, ὅτι οὐδεὶς τῶν ἀνθρώπων, οὐδ' αὐτὸς ὁ Μωάμεθ, γινώσκει τὴν τούτου ἐξήγησιν, ἀλλ' ἢ μόνος ὁ θεός. Καὶ εἰ τοῦτό ἐστιν ἀλήθεια, ποία ἐστὶν ἡ τοῦ κορᾶν ὠφέλεια; Ἴσως γὰρ οὕτως ἠδύνατο ὠφέλεια; Ἴσως γὰρ οὕτως ἠδύνατο ὠφελῆσαι, εἴπερ ἐγίνωσκον τὰ παρὰ θεοῦ λεγόμενα· ἐπεὶ δ' αὐτὸς ὁ Μωάμεθ εὑρίσκεται μαρτυρῶν, ὅτι οὐδεὶς τῶν ἀνθρώπων γινώσκει τὰ ἐν τῷ 512 κορᾶν λεγόμενα, τίς ἡ τούτου ὠφέλεια; Πάντως οὐδεμία. Καί τις μείζων ἄλλη ἀπό δειξις, ὅτι οὐκ ἐστιν ἀπὸ θεοῦ ὁ παρὰ τοῦ Μωάμεθ δοθεὶς νόμος; Οὐ γὰρ δὴ ματαίως νομοθετεῖ ὁ θεός. Ἰδοὺ τοίνυν καταφανές ἐστι τὸ κορᾶν, ὅτι οὐκ ἔστιν ἀπὸ θεοῦ, ἀλ λὰ καὶ ἀνάπλασμά ἐστι διανοίας αὐτοῦ τοῦ κακοδαίμονος. Καὶ πρόδηλον ἐξ αὐτοῦ τοῦ κορᾶν, ὅτι οὔτε τῇ παλαιᾶ γραφῇ συμφωνεῖ, οὕτε τῇ νέᾳ διαθήκῃ, καίτοι γε ὁμο λογοῦντος τοῦ Μωάμεθ, ὅτι ἅγιαι καὶ καλαί εἰσιν αἱ γραφαὶ καὶ ὅτι οὐδέν εἰσιν οἱ ἐκείνου ἀκόλουθοι, εἰ μὴ πληρώσαιεν τόν τε νόμον καὶ τὸ εὐαγγέλιον. Ἔτι σχεδὸν δι' ὅλου αὐτὸς ἑαυτῷ ἐστιν ἀντιλέγων· ἔτι οὐδὲν θαῦμα ἐποίησεν εἰς πίστωσιν τῶν λεγομένων· ἔτι ὁμολογούμενα ψεύδη περιέχει, ὅπερ ἐστὶ τοῦ θεοῦ ἀλλότριον πάντῃ· ἔτι βίαιόν ἐστι καὶ καταλύει τὸ αὐτεξούσιον, ὅπερ οὐδέποτε ὁ θεὸς ἀνέτρεψεν· ἔτι παντελῶς ἐστιν ἄτακτον, καὶ τὸ ἄτακτον μακράν ἐστι τοῦ θεοῦ· οὐ γάρ ἐστιν ὁ θεὸς ἀταξίας θεός· ἔτι πονηρὸν ἀναφαίνεται· καὶ πῶς ἀπὸ τοῦ θεοῦ τοῦ πάσης ἐπέκεινα εὐθύτητος καὶ ἁπλότητος; Ἔτι πεπλασμένας καὶ τερατώδεις θεωρίας περιέχει· καὶ πῶς τοῦτο ἀπὸ θεοῦ τοῦ ποιητοῦ καὶ δοτῆρος τῆς ἀληθείας; Τὸ δὲ πάντων τῶν κακῶν ἔσχα τον καὶ πρῶτον, ὅτι παρὰ δαίμονος ἐξεδόθη τὸ τοιοῦτον κορᾶν, κἂν καὶ τὸν θεὸν διαβάλλοντες λέγουσιν, ὅτι ἀπὸ θεοῦ ἐδόθη. 7. Θαυμάζω γὰρ ἔγωγε καὶ λίαν ἐκπλήττομαι, πῶς τὸν Χριστὸν ἀφέντες οἱ τά λανες ἠκολούθησαν τῷ Μωάμεθ. Αὐτὸς καὶ γὰρ ὁ τοῦ Μωάμεθ νόμος, τουτέστι τὸ κορᾶν, αὐτὸ τοῦτό φησιν, ὅτι δι' ἀγγέλου εὐηγγελίσθη τῷ μητρὶ τοῦ Ἰησοῦ καὶ διὰ πνεύματος ἁγίου ἡγιάσθη καὶ τῇ δυνάμει τοῦ θεοῦ συνελήφθη, ἀλλ' οὐ φύσεως ἐνερ γείᾳ, καὶ ἐκ παρθένου ἁγιωτάτης καὶ ὑπὲρ πάσας ἄλλας γυναῖκας καθαρὰς γεννηθῆ ναι· ἐν γὰρ τῷ κεφαλαίῳ τῷ Αἰνεσάν φησιν· Ὦ ἑταιρία τῆς βίβλου, τουτέστιν οἱ πιστοί, μὴ λέγετε περὶ τοῦ θεοῦ πλὴν τῆς ἀληθείας, ὅτι ὁ Χριστὸς Ἰησοῦς υἱός ἐστι τῆς Μαρίας καὶ ἀπόστολος θεοῦ, ὃν ἐν αὐτῇ ἔθηκε διὰ πνεύματος ἁγίου. Ἰδοὺ γοῦν θεὸν ὀνομάσας καὶ λόγον θεοῦ καὶ πνεῦμα ἅγιον, τὴν τρισυπόστατον, ὁ ἄθλιος οὐκ ἤνοιξε τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἰδεῖν τὸ φῶς τῆς τριάδος. Καὶ εἰκότως· ὥσπερ γὰρ τὰ ἐν τῇ κοιλίᾳ τῆς μητρὸς εὑρισκόμενα ἔμβρυα, πρὸ τῆς γεννήσεως αὐτῶν ζωὴν μὲν ἔχουσιν, ἀνωφελῆ δὲ καὶ ἀνόητον καὶ ψυχὴν μὴ δυναμένην διακρῖναι τὸ κρεῖττον τοῦ χείρονος, ἢ παρὰ καιρὸν γεννηθέντα οὔκ εἰσιν ἄνθρωποι, ἀλλ' ἐκτρώματα καὶ ἀμβλώ ματα, οὕτω καὶ πᾶς ἀσεβῆς ὁ μὴ γεννηθεὶς δι' ὕδατος καὶ πνεύματος, τουτέστι διὰ τοῦ ἁγίου βαπτίσματος, οὐ δύναται ἰδεῖν τὸ οὐράνιον φῶς καὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ διὰ τοῦτο μύσας τοὺς τῆς ψυχῆς αὑτοῦ ὀφθαλμοὺς ὁ μάταιος σκοτεινὸς ἐναπε λείφθη ὡς ὁ πατὴρ αὐτοῦ ὁ διάβολος. Περὶ γὰρ τοῦ ἁγίου πνεύματος συνεχῶς ἐν τῷ κορᾶν μέμνηται· φησὶ γὰρ ἐν τῷ κεφαλαίῳ τῷ Ἐμπιᾷ ὡς ἐκ προσώπου τοῦ θεοῦ ὅτι περὶ τῆς Μαρίας ἐνεφυσήσαμεν αὐτῇ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου. Καὶ πάντως οὐ δύναται εἰπεῖν, ὅτι περὶ ἀγγέλου εἶπε τοῦτο ὁ θεὸς καὶ περὶ μὲν τοῦ Χριστοῦ τοιαῦ τα, περὶ δὲ τοῦ Μωάμεθ οὐδὲν τοιοῦτό φησιν, ἀλλ' ὅτι ἦν ὀρφανὸς καὶ πλανήτης ὑπὸ θεοῦ συναχθείς. Ἔτι τὸν Χριστὸν λόγον θεοῦ ὀνομάζει, ὡς εἴρηται, καὶ ψυχὴν θεοῦ καὶ προφήτην πάντων τῶν προφητῶν μέγιστον, τὸν δὲ Μαχούμετ οὕτω μόνον προ φήτην ἁπλῶς. Ἔτι τὸν Χριστὸν ἐκ τοῦ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ὁμολογοῦσιν 514 εἶναι τοῦ ἔχοντος τὰς ἐπαγγελίας, ὁ δὲ Μωάμεθ ἐκ τοῦ Ἰσμαήλ ἐστιν, ὅστις ἐξεβλήθη μετὰ τῆς μητρὸς αὑτοῦ τῆς παιδίσκης Ἄγαρ ἐκ τοῦ οἴκου τοῦ Ἁβραάμ. Ἔτι ὁ Χριστὸς οὐδέποτε ἐποίησεν ἁμαρτίαν, λόγος γὰρ θεοῦ καὶ πνεῦμα θεοῦ οὐ δύναται πλανηθῆναι, ὁ δὲ Μαχούμετ εἰδωλολάτρης ἐγένετο καὶ φονεὺς καὶ ἅρπαξ καὶ ἀσελ