σῶσαι τὸ ἀπολωλὸς, ῳ ἡ δόξα εἰς τοὺς αἰῶ νας. ̓Αμήν. 119.π ̓Ωδὴ τῶν ἀναβαθμῶν. Μόνοι οἱ τῷ λόγῳ καὶ τῷ βίῳ ἀναβαίνον τες, οἰκεῖοί εἰσι τῶν ἀναβαθμῶν καὶ τῶν ἐν ταῖς ᾠδαῖς αὐτῶν μυστηρίων. Στοχαζώμεθα τὴν μὲν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν λέ γεσθαι ἐν τῷ λαῷ, ει ποτε πόλεμος προσεδο κᾶτο. Τὴν δὲ δευτέραν, ὁπότε παρεσκευά ζοντο καὶ συμμάχων ἐδέοντο. Τὴν δὲ τρίτην, οτε συμβαλόντες τοῖς πολεμίοις ὑπέρτεροί πως αὐτῶν ἐγένοντο. Τὴν δὲ τετάρτην, οτε περὶ τῆς νίκης ἐπὶ τέλει ηλπιζον. Τὴν δὲ πέμπτην, ἐν τῷ κατωρθωκέναι. Τὴν δὲ εκ την, ἐπανερχόμενοι. Τὴν δὲ ἑβδόμην, ἐπα νεληλυθότες. Τὴν δὲ ὀγδόην, ἐπισκευάζον τες τὸν ναόν. Τὴν δὲ ἐννάτην, μετὰ τὸ ἐν εἰρήνῃ γενέσθαι, διαγράφοντες τίς ὁ μακά ριος ἐπὶ τῷ τοὺς οἰκείους ἀπειληφέναι καὶ ειναι σὺν αὐτοῖς. Τὴν δὲ δεκάτην ἐν βαθείᾳ τυγχάνοντες εἰρήνῃ, οτε φασὶ πολλάκις μὲν πεπολεμῆσθαι, μηδὲ πώποτε δὴ δεδυνῆσθαι κατ' αὐτῶν τοὺς πολεμίους. Τὴν δὲ ἑνδεκά την, ηδη τοῖς θείοις σχολάσαντες, καὶ τὰ βά θη ἐσχηκότες ἐν τοῖς ἡγεμονικοῖς ἀπὸ βα θέων καὶ ἀποῤῥητοτέρων τινῶν. Τὴν δὲ δω δεκάτην, ὡς οὐκ ἐπαιρόμενοι ἐπὶ τοῖς γνωσ θεῖσιν. Τὴν δὲ τρισκαιδεκάτην περὶ ἀποκα ταστάσεως ευχονται Χριστοῦ. Τὴν δὲ τεσ σαρεσκαιδεκάτην, περὶ ἀποκαταστάσεως τῆς ἐκκλησίας. Τὴν δὲ πεντεκαιδεκάτην περὶ τοῦ δεῖν αὐτοὺς, φθάσαντας εἰς τὸν οικον τοῦ Θεοῦ, ἑστηκέναι ἐν αὐτῷ, καὶ εὐλογεῖν αὐ τὸν, ἐπαίροντας τὰς χεῖρας εἰς τὰ αγια, ινα καὶ αὐτοὶ εὐλογηθῶσιν ἀπὸ Κυρίου. 119.1 Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐ κέκραξα. Οτε καὶ μεγάλαι εἰσὶ καὶ πολλαὶ αἱ θλί ψεις, οὐ παρελκόμεθα ὑπ' αὐτῶν εἰς τὸ μὴ κεκραγέναι λεγόντες· Κύριε, ῥῦσαι τὴν ψυ χήν μου. 119.5 Κατεσκήνωσα μετὰ τῶν σκηνωμά των Κηδάρ. Βαρβάρων γένος τοῦτό ἐστι θηριωδέστε ρον διακειμένων, οιόν εἰσιν οἱ Αραβες σκη ναῖς καὶ καλύβαις κεχρημένοι, καὶ πρὸς τὴν τῶν θηρίων ἀγριότητα μὴ ἐκπεπτωκότες. 119.6 Πολλὰ παρῴκησεν ἡ ψυχή μου με τὰ τῶν μισούντων τὴν εἰρήνην. ̓Αλλ' οὐδὲν ηττον τῷ ἑαυτῷ ἐποίησέ τι ὁ ἀπὸ τῆς ̔Ιερουσαλὴμ ὁρμώμενος· ειτα ἑρ μηνεύεται εἰρήνης ορασις, ιν' οἱ τοῦ σκοτασ μοῦ τῆς Κηδὰρ ἀποστρέφωνται. 119.7 Ημην εἰρηνικὸς, οταν ἐλάλουν αὐ τοῖς, ἐπολέμουν με δωρεάν. Τότε μάλιστα χαλεπώτεροι γίνονται πο λεμοῦντες οἱ δαίμονες, οταν τις αὐτοῖς πρὸς τοὺς λογισμοὺς ἀποκρίνηται· καὶ διδάσκει ἡμᾶς τοῦτο ποιεῖν ὁ Χριστὸς πειραζόμενος· νηφούσης γὰρ εσται διανοίας πρὸς τοὺς λο γισμοὺς ἀπαντᾶν· νήφειν δὲ ἡμᾶς ἐν τῇ πά λῃ οὐ βούλονται οἱ ἐχθροὶ, ινα μὴ εὐπορή σωμεν νοημάτων ἀντικειμένων τοῖς λογισμοῖς αὐτῶν· ἐφ' οσον γὰρ οὐδὲν αὐτοῖς προσφέρο μεν οικοθεν, χρονίζοντες αὐτῶν ἐν ἡμῖν οἱ λογισμοὶ διαστρέφουσι τὴν ψυχήν· διὸ κα λῶς λέγει ἐν ταῖς Παροιμίαις τό· ̓Αποπήδη σον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς σὸν ομμα πρὸς αὐτὴν, δηλονότι τὴν ἀντικειμένην δύναμιν, η τὴν κακίαν, ην σωματικῶς ἡ σοφία μορφοῖ εἰς γυναῖκα. 120.4 ̓Ιδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν ̓Ισραήλ. ̔Ο φυλάσσων Κύριος ἀπὸ παντὸς κακοῦ, οὐκ ἀπὸ νόσου, η ζημίας, η πενίας τῶν σω ματικῶν φυλάσσει, ἀλλ' ἀπὸ τῶν ἀληθῶς κακῶν καὶ βλαπτόντων τὴν ψυχήν. ̓Εκεὶ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυ λαὶ Κυρίου, μαρτύριον τοῦ ̓Ισραὴλ, τοῦ ἐ ξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Οτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οικον ∆αυίδ. Πᾶσαι αἱ φυλαὶ, φησὶν, ἐξ Αἰγύπτου δυ νάμει τοῦ Κυρίου ἐξελθοῦσαι, εἰς αὐτὴν εσ πευδον τὴν πόλιν μαρτυρῆσαι, ητοι εὐχα ριστῆσαι τῷ Θεῷ τοῦ ̓Ισραήλ. -Προφη τεύει ἐπὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τοῦ Θεοῦ. Πρό τερον γὰρ ὁ ̓Ισραὴλ ἐκαλεῖτο ἐπὶ τὴν ̔Ιερουσαλὴμ, καὶ ἐπὶ τὸν οικον Κυρίου. Νῦν δὲ πᾶσαι αἱ φυλαὶ τετυχήκασι τῆς ἀρετῆς καὶ τῆς γνώσεως, ἐφ' αις ἐπλήρωσαν τὴν θαυ μασίαν ὑπόσχεσιν· θρόνους τε τοῦ οικου ∆α υὶδ ἱδρυνθῆναί φησιν ἐπ' αὐτῆς. ̓Επὶ καὶ βασιλείας πάντων ὁ ∆ανιὴλ προφητεύει, οὐχ ἑνὸς λέγων ἀρχὴν, ἀλλὰ κοινὴν ὑπὲρ ἀρίσ των καὶ θεοσεβεστάτων, δι' ων ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι Χριστοῦ