ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.» Τοῦ αὐτοῦ. Οὕτως ἄνδρες πλούτου, ὡς ἄνδρες αἱμάτων· οἱ γὰρ ἔχοντες τὰ πάθη ἄνδρες, τούτων τῶν παθῶν ὀνομάζονται. Ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους, κ. τ. ἑ. Οἱ δαίμονες ἐπικαθέζονται ἵπποις καὶ ἡμιόνοις, οἷς οὐκ ἔστι σύνεσις, ἀναγκάζοντες αὐτοὺς τὰ τῶν ἀλόγων ζώων ἐνεργεῖν. Ἵπποι δὲ καὶ ἡμίονοι ἄνθρωποί εἰσιν ἐμπαθεῖς, ἐφ' ἃ μὴ δεῖ, ἀλόγως φε ρόμενοι, καὶ χρεμετίζοντες ἐπὶ ταῖς γυναιξὶ τῶν πλησίον. Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φο βερῷ, καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς, κ. τ. ἑ. Ἀφαιρεῖται πνεύματα ἀρχόντων ὁ φοβερὸς τῶν βασιλέων τῆς γῆς. Πνεῦμα δὲ ἀρχόντων ἐστὶν ἐν τοῖς ἀρχομένοις ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. Πνεῦμα δὲ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου ἦν καὶ ἐν Ἰούδᾳ τῷ προδιδόντι τὸν Ἰησοῦν. Φοβερὸς δὲ τούτοις τοῖς πνεύμασι γενόμενος ὁ Σωτὴρ, ἀφαιρεῖ αὐτὰ ἀπὸ ἐνεργούντων ᾧ αὐτὸς οἶδε καιρῷ, ἵνα μετανοήσωσιν. Οὕτω δὲ καὶ φοβερός ἐστι παρὰ τοῖς βασιλεῦσι τῆς γῆς, περὶ ὧν εἴρηται· «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς.» ΨΑΛΜΟΣ Οʹ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι, κ. τ. ἑ. Ὅτε πᾶσα φωνὴ ἡμῶν κατὰ Θεόν ἐστι, τότε ἐπὰν γένηται πρὸς αὐτὸν ἡ φωνὴ ἡμῶν, προσέχει ἡμῖν ἀμίαντον ἔχουσι τὴν φωνήν. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, κ. τ. ἑ. ∆ιὰ τῆς πρακτικῆς ἐν τῷ νῦν αἰῶνι τὸν Θεὸν ἐκζητοῦμεν. Τοῦ αὐτοῦ. Ἁγίου τὸ ἐν περιστάσεσι μὴ θο λοῦσθαι, ἀλλ' ἐκζητεῖν τὸν Θεόν. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἐ μνήσθην τοῦ Θεοῦ, κ. τ. ἑ. Ἡ μηδὲ τὴν ἀρχὴν λυπουμένη ψυχὴ ἐπὶ τοῖς πειρασμοῖς, ὡς μὴ δεομένη παρακλήσεως, ἀπαναίνεται παρακληθῆναι. Τοῦ αὐτοῦ. Οὐδὲν οὕτω παρακαλεῖ ψυχὴν ὡς μνήμη Θεοῦ. Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, κ. τ. ἑ. Τοῦτο γνώρισμά ἐστι πολλῆς ἀγρυπνίας. Ἐταράχθην, καὶ οὐκ ἐλάλησα, κ. τ. ἑ. Ὁ κινηθεὶς μὲν ὑπὸ ὀργῆς, ἢ λύπης, ἢ τῶν λοιπῶν, ἐγκρατευσάμενος δὲ μηδὲν ἀπὸ ὀργῆς, ἢ λύπης, ἤ τι νος τῶν παθῶν, εἴποι ἄν· «Ἐταράχθην, καὶ οὐκ ἐλά λησα.» 12.1540 ∆ιελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην, κ. τ. ἑ. Ὁ τὰ ἄδηλα καὶ τὰ κρύφια τοῦ Θεοῦ ἐγνωκὼς, οὗτος καὶ τὰς μνήμας ἔχει τῶν παρελθόντων αἰώνων, καὶ τῶν ἐν αὐτοῖς ἐτῶν, καὶ τὰς ἐξ ὧν ταῦτα συνέστηκεν ἀρχαίας ἡμέρας. Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλον τὸ πνεῦμά μου, κ. τ. ἑ. Ὡσεὶ ἔλεγε· Νοῒ καὶ τῷ πνεύματι ἠδολέσχουν. Ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; κ. τ. ἑ. Ὡς κόπτοντος αὐτοῦ τὸ ἔλεος ἐπί τισιν, εἴρηται ἀλλαχοῦ τὸ, «Παράτεινον τὸ ἔλεός σου τοῖς γινώ σκουσί σε.» Καὶ εἶπα· Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, κ. τ. ἑ. Οὐδέποτε ἤρξατο κεκραγὼς πρὸς Θεὸν, καὶ ἐν ἡμέρᾳ θλίψεως ζητήσας αὐτὸν, καὶ μὴ ἀπατηθεὶς, καὶ ἐπὶ τῷ μεμνῆσθαι τοῦ Θεοῦ εὐφρανθεὶς, προκαταλαβόντων φυλακὰς τῶν ὀφθαλμῶν αὐτοῦ. ∆εξιὰ δὲ τοῦ Ὑψίστου ὁ Σωτὴρ, ὃς ἠλλοίωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, δι' ὃν ἠρ ξάμεθα ἐν τῇ Καινῇ προευτρεπισάμενοι εἰς τὸ ἄρ ξασθαι τοὺς τύπους παύεσθαι, ἄρχεσθαι δὲ τὴν ἀλή θειαν. Τοῦ αὐτοῦ. Ἀλλοίωσιν λέγει ἐνταῦθα τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδον. Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς Θεὸς μέ γας ὡς ὁ Θεὸς ἡμῶν; κ. τ. ἑ. Ἤτοι ἐν παντὶ ἁγίῳ ἡ ὁδὸς τοῦ Θεοῦ, ἢ ἐν τῷ Χριστῷ ὁ λόγος αὐτοῦ· ὁ γὰρ εἰπὼν, «Ἐγώ εἰμι ἡ ὁδὸς,» ἐν τῷ ἁγίῳ ἐστίν. Τοῦ αὐτοῦ. Ὅρα εἰ διὰ τούτων εὐφραίνεται ὅτι εἰσὶ μέν τινες θεοὶ, οὐδεὶς δὲ μέγας ὡς ὁ Θεὸς ἡμῶν, καὶ εἰ συγχρήσασθαι εἰς ταῦτα ἔστι τῷ· «Ὥσ περ εἰσὶ θεοὶ πολλοὶ,» κ. τ. ἑ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμιν σου, κ. τ. ἑ. Τουτέστι τὸν Χριστόν· Χριστὸς γὰρ δύ ναμις καὶ Θεοῦ σοφία. Ἐταράχθησαν ἄβυσσοι, κ. τ. ἑ. Αἱ ἄβυσσοι τὰς καταχθονίους δυνάμεις δηλοῦσιν, αἵτινες ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ ἐταράχθησαν. Φωνὴ τῆς βροντῆς σου ἐν τροχῷ, κ. τ. ἑ. Ὁ τροχὸς ἢ τὸν αἰῶνα σημαίνει τοῦτον, ἢ τὸν κόσ μον τὸν αἰσθητὸν, ἢ τὴν καθαρὰν καὶ αἰώνιον ψυ χὴν, εἴπερ ἡ κακία παρὰ γωνίαν παρεδρεύει. Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, κ. τ.