1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

125

τὸν εἰς τοιούτους ἀγῶνας ἀποδυσάμενον καὶ τοὺς συνειδότας ἔχειν, ὁ βασιλεύς, εὐθὺς οἰηθεὶς εἰς χεῖρας ἐντεῦθεν ἔχειν τὸν λέοντα, ἀπρὶξ εἴχετο τῶν γραμμάτων καὶ καιρὸν ἐτίθει τῆς περὶ τούτων σκέψεως. Οἷς δὲ κεφαλαίοις ὁ λίβελλος συγκεκρότητο, τάδ' ἦσαν, ὡς εἰπεῖν καθ' ἕκαστον· πρῶτον τὸ ἐν ἀρχῇ τῆς ὀρθρινῆς ὑμνῳδίας τὸν ὑπὲρ τοῦ βασιλέως ψαλμὸν ἐγκόψαι, μόνῳ δὲ τῷ τρισαγίῳ καὶ τῷ ἐπ' αὐτῷ μνημοσύνῳ κελεῦσαι προοιμιάζεσθαι· δεύτερον τὸ προσκεῖσθαι τοῖς τοῦ σουλτὰν εὐμενῶς, ὡς καί σφιν ἐφεῖναι τῷ λουτρῷ τῆς ἐκκλησίας συχνάκις ἐλλούεσθαι, τιμίων χαρακτήρων σταυροῦ ἐκεῖσε τοῖς μαρμάροις ἐγκεχαραγμένων, Ἀγαρηνοῖς οὖσι καὶ ἀμυήτοις· τρίτον ὡς καὶ τοῖς υἱέσιν ἐκείνου τῷ ἰδίῳ μοναχῷ μεταδιδόναι τῶν ἁγιασμάτων κελεύσειεν, ἄδηλον ὂν εἰ τῷ θείῳ λουτρῷ ἐτελέσθησαν· καὶ τὸ ἐπὶ τούτοις ὡς αὐτὸς ὁ σουλτὰν σὺν τοῖς σατράπαις αὐτοῦ κατὰ τὸ ὀρθρινὸν τῆς λαμπρᾶς καὶ μεγάλης κυριακῆς τῷ πατριάρχῃ λιτανεύοντι συνέλθοι τε καὶ συλλιτανεύ σειε. Καὶ ἃ μὲν τῷ λιβέλλῳ διειλήφατο, ταῦτά τε καὶ τοιαῦθ' ἕτερα. Τῷ μέντοι γε πατριάρχῃ τὸ παράπαν ἀγνοεῖν οὐκ ἦν, ὅμως δὲ Θεῷ τὸ πᾶν ἐπιτρέπων ἡσύχαζεν. Ὁ δέ γε βασιλεύς, τῶν γραμμάτων ἅπαξ ἐπειλημμένος, τοὺς ἐπιδημοῦντας τῇ Κωνσταντίνου τῶν ἀρχιερέων ἐπισυνῆγε καὶ δὴ προὔτεινε μὲν ἐκείνοις εἰς γνῶσιν τὰ γράμματα, ἐκοινοῦτο δὲ σφίσι τὴν σκέψιν ὅπως ποιοίη· οὐ γὰρ ἦν ὑπερθέσθαι πρᾶγμα δοκοῦν συμβαλέσθαι τῷ σκοπῷ, κἂν οὐκ ἐδόκει ἀποχρῶν πρὸς τὸ τὸν πατριάρχην δεδίξασθαι. Ἐκεῖνος γὰρ καὶ μὴ πρὸς ἀπολογίαν ἔτι καλούμενος ἀπελογεῖτο· τὸ μὲν τοῦ ψαλμοῦ, ὡς αὐτὸς εἴη ὁ τάξας τοῦτο τὸ πρῶτον, ὡς τοῖς μοναχοῖς σύνηθες ὄν, κἀν τῇ ἐκκλησίᾳ τελεῖ 339 σθαι καὶ αὐτὸς ἀθετοίη πάλιν, ὡς αὐτάρκους δοκοῦντος τοῦ τρισαγίου σὺν τῷ μνημοσύνῳ εἰς εὐχῆς ἐκπλήρωσιν· καὶ δικαίως ἂν ἀπολογησόμενος, εἰ καὶ τοῦτο τελοίη, οὕτω τοῦ βασιλέως ἔχοντος, πῶς ἂν δικαίως ἐγκαλοῖτο καθυ φιεὶς τοῦ παντός; Τὸ δὲ τοὺς τοῦ σουλτὰν ἐπὶ τῷ λουτρῷ λούεσθαι, αὐτὸν μὲν μήτ' εἰδέναι μήτε κελεύειν· τέως δικαίως ἂν ἐκκλείοιντο πάντων ἐκεῖνοι τῶν λοετρῶν, οὐχ ἧττον ἢ τοῦ τῆς ἐκκλησίας, ὡς τῶν ἄλλων πρὸς τοῖς χαράγμασι τοῦ σταυροῦ καὶ εἰκόνων εὐμοιρούντων ἁγίων· εἰ δὲ τἆλλα σφίσιν ἀνεῖται καὶ ἀσεβέσιν οὖσιν, εἰς τί τοῦ τῆς ἐκκλησίας λουτρῶνος διαφερόντως ἐκδιωχθήσονται; «Τὸ δὲ τῷ σουλτὰν καὶ τοῖς υἱέσιν ὡς χριστιανοῖς προσφέ ρεσθαι, ἀρχιερέως μὲν μαρτυροῦντος τοῦ Πισσιδίας, ἀνεύθυνον οἶμαι· εἰ δ' ἄλλως ἐλέγχοιντο ἔχοντες, ἐκείνου καὶ μόνου, ἀλλ' οὐκ ἐμὸν τὸ πλημμέλημα.» Ἀλλ' οὐχ ἱκανὰ ταῦτα τοῖς ἀμφὶ τὸν βασιλέα ἐδόκουν τὰς εὐθύνας ἐξελέ σθαι τῷ πατριάρχῃ, ἀλλὰ σύνοδον ἤθελε συγκροτεῖν ἐξ ἁπάντων ἀρχιερέων, παρόντων ἐνταῦθα καὶ πατριαρχῶν δύο, τοῦ τε Ἀλεξανδρείας Νικολάου καὶ τοῦ Ἀντιοχείας Εὐθυμίου. Ὅθεν καὶ βασιλικαῖς συλλαβαῖς μετεστέλλετο τοὺς ἀρχιερεῖς πανταχόθεν, ὥστε, παρῳχηκυίας τῆς ἑορτῆς, ἀνυπερθέτως ἀπαντᾶν πάντας, μηδεμιᾶς προφάσεως ἀποχρησούσης πρὸς παραίτησιν τοῦ μὴ ἀπαντᾶν εὐθέως, δεξαμένους τὰ γράμματα. Ἅμα γοῦν τελείῳ ἦρι συνήγοντο, καὶ τὰ κατὰ τὸν πατριάρχην συναχθεῖσιν ἐπιμελέστερον ἐκινοῦντο.

δʹ. Ὅπως καὶ ὅπου ἐζητοῦντο τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον. Τόπος δὲ τῆς αὐτῶν συνόδου ὁ βασιλικὸς Ἀλεξιακὸς τρίκλινος ἦν, ἵνα δὴ καὶ προὐκάθητο μὲν ὁ κρατῶν, συγκαθέζοντο δὲ καὶ οἱ μεγιστᾶνες καὶ ὅσον τὸ ἐν ἀξιώμασιν ἦν, συνηδρίαζον δ' οἱ ἀρχιερεῖς, καὶ πᾶν τὸ τῆς 341 συγκλήτου παρίσταντο. Συνῆσαν δὲ καὶ ἀπὸ πασῶν τῶν μονῶν οἱ προὔ χοντες μονήρεις συνάμα τοῖς σφῶν προεστῶσιν· ἀλλ' οὐδὲ τὸ τῆς πολιτείας ὅσον ἦν περιφανὲς καὶ δῆλον ἀπῆν. Καὶ ὁ μὲν κατηγορῶν, ἐς μέσον παριών, τὸν λίβελλον προὔτεινεν, ὁ δ' ἀνεγινώσκετο ἐπὶ πάντων. Καὶ ἐπεὶ ἐδόκει προκαλεῖσθαι καὶ τὸν πατριάρχην, πέμποντες τρεῖς μὲν τῶν ἀρχιερέων, τρεῖς δὲ καὶ τῶν κληρικῶν, προσεκάλουν ἀπαντήσοντα πρὸς ἀπόλογον. Ὁ δ' ἀνένευε πάμπαν καί γε κρίσιν μὲν μὴ παραιτεῖσθαι, τρόπον δὲ κρίσεως καὶ