Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
γὴς καὶ πολλοῖς ἑτέροις ἁμαρτήμασιν ἔνοχος ἐγένετο, ἐφ' οἷς ὁ θεός, ὥς φασιν, αὐ τὸν συνεπάθησεν. Ἔτι ὁ Χριστὸς φρικτὰ καὶ ἐξαίσια πεποίηκε θαύματα, ὡς ἐν τῷ κεφαλαίῳ τῷ Ἐλεμαϊδᾷ μεμαρτύρηται, ὅτι ὁ Χριστὸς τυφλοὺς ἐφώτισε, λεπροὺς ἐκαθά ρισε, νεκροὺς ἀνέστησε καὶ ἄλλα πολλὰ εἰργάσατο· ὁ δὲ Μωάμεθ οὐδὲν θαῦμα πε ποίηκε κατὰ τὸ κορᾶν, ἀλλ' ἢ μόνον τῆς σελήνης, ὅπερ ἐστὶ ψεῦδος ἄντικρυς, καὶ ἕτερά τινα αἰσχρά, ἅπερ καὶ παρεσιωπήθησαν καὶ τῇ σιγῇ παρεδόθησαν διὰ τὸ δύ σφημον. Ἔτι κατὰ μὲν τὸ εὐαγγέλιον καὶ αὐτὴν τὴν ἀλήθειαν ὁ Χριστὸς ἐσταύρωται καὶ τέθνηκε καὶ ἑτάφη καὶ ἀνέστη καὶ ἀνελήφθη καὶ ἐν δεξιᾷ τοῦ πατρὸς κάθηται· κατὰ δὲ τὸ κορᾶν, ὡς δῆθεν τιμῶντες αὐτόν, λέγουσιν, ὅτι οὐκ ἀπέθανεν, ἀνελήφθη δ' ὅμως. Καὶ ἰδοὺ ὅσον ἀπὸ τῆς τοῦ εὐαγγελίου ἀληθείας καὶ τῆς τοῦ Μωάμεθ ψευ δολογίας, ὁ Χριστὸς ζῶν ἀναφαίνεται καὶ ὁμολογεῖται, ὁ δὲ Μαχούμετ οὑτοσίν, ὡς πάντες οἱ τὰ ἐκείνου φρονοῦντες ὁμολογοῦσιν, ὅτι ἀπέθανε καὶ οὐκ ἀνέστη. Καὶ τοί νυν διὰ ταῦτα πάντα τὸν Χριστὸν ἔδει προσκυνεῖν καὶ μὴ τῷ Μωάμεθ ἀκολουθεῖν. Πῶς γὰρ ἔδει πιστευθῆναι τὰ τοῦ θεοῦ λόγια ἀνθρώπῳ ὁμοίῳ κατὰ πάντα τῷ δαίμονι; Καὶ εἰ βούλει, παραβάλωμεν ἀμφοτέρους καὶ γνωσόμεθα τὰ τούτων ἰδιώματα. Ὁ διά-βολος ἐπηρμένος καὶ ἀλαζών, ὁ Μαχούμετ ἐπηρμένος καὶ ἀλαζών· τίς γὰρ μείζων τοῦ Μωάμεθ, ὃς ὑπεραναβὰς τοὺς οὐρανούς, ὡς αὐτὸς ὑπὲρ αὐτοῦ εἴρηκε, καὶ αὐτὰς πάσας τὰς ἀγγελικὰς δυνάμεις, τῷ θεῷ προσωμίλει καὶ μεσίτης τῶν ἐπταικότων ἀγγέ λων ἐγένετο, ἀλλὰ καὶ τοῦ κόσμου παντὸς προστάτης; Ὁ διάβολος ἀνθρωποκτόνος ἐστί, καὶ ὁ Μωάμεθ τοὺς μὴ πειθομένους τοῖς δόγμασιν αὑτοῦ θανάτῳ κατεδίκασεν. Ὁ διάβολος ἀπατεών ἐστι, καὶ ὁ Μωάμεθ τὰς ἡδονὰς ἐνδοὺς καὶ ὥσπερ τι δέλεαρ ἐν ἀγκίστρῳ ἐνθεὶς τοὺς ἀνοήτους πρὸς αὑτὸν ἐφελκύσατο. Ὁ διάβολος ψεύστης ἐστίν, ἀλλ' οὐ τοσοῦτον ὡς ὁ Μωάμεθ, καθὼς καὶ ἐν ὅλῳ τῷ κορᾶν τρανῶς ἀναφαίνεται. Ὁ διάβολος ὕπουλός ἐστι· καὶ τίς ἄλλος ὡς ὁ Μωάμεθ ταπείνωσιν ὑποκριθεὶς τὴν ὑψηλοφροσύνην ἠσπάσατο; Ὁ διάβολος σύμβουλός ἐστι τῶν ἀπηγορευμένων καὶ ὑπὲρ πάντας ὁ Μωάμεθ· οὐδὲν γὰρ ὑγιές, οὐδὲν ὠφείλιμον, οὐδὲν θεῷ δεκτόν, ἀλλὰ τὰ πάντα κατὰ θεοῦ καὶ τοῦ θείου νόμου ἐδίδαξεν. Ὁ διάβολος ἄθεος, καὶ κατὰ πάντα ὅμοιος αὐτῷ ὁ τῆς ἀπωλείας υἱὸς ὁ Μαχούμετ· θεὸν γὰρ προσκυνεῖ καὶ κηρύττει ὁλόσφαι ρον καὶ ψυχρότατον, θεὸν προσκυνεῖ τὸν μήτε γεννηθέντα μήτε γεννήσαντα, μὴ νοή σας ὁ δείλαιος, ὅτι σῶμα προσκυνεῖ καὶ οὐ θεόν· ἡ γὰρ σφαῖρα εἶδος σώματός ἐστι καὶ ἡ ψῦξις ποιότης σώματος. Τὸ δὲ θεὸν μήτε γεννηθέντα μήτε γεννήσαντα, οὔτε σῶμα προσκυνεῖ οὔτε θεὸν ἀσώματον καὶ ἀληθῆ, ἀλλὰ θεὸν προσκυνεῖ, ὃν ὄνειροι τῶν ἀσεβῶν διαπλάτουσι. Γελοῖον γὰρ πάντως ἐστὶ δοξάζειν τινὰ ἥλιον μὴ ἔχοντα φῶς καὶ πηγὴν ἄνευ ὕδατος καὶ νοῦν λόγον μὴ ἔχοντα· ὡς ἀπόλοιτο ὁ τοιοῦτος θεός. Ὁ δὲ παρ' ἡμῶν τῶν Χριστιανῶν θεὸς εἷς ἐστιν ὁ πρὸ πάντων καὶ ἐπὶ πάντων καὶ 516 ἐν πᾶσι καὶ ὑπὲρ τὸ πᾶν, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι πιστευόμενός τε καὶ προσκυνούμενος, μονὰς ἐν τριάδι καὶ τριὰς ἐν μονάδι ἀσυγχύτως ἑνουμένη καὶ ἀμερί στως διαιρουμένη, μονὰς ἡ αὐτὴ καὶ τριὰς παντοδύναμος, πατὴρ ἄναρχος οὐ μόνον ὡς ἄχρονος, ἀλλὰ καὶ ὡς κατὰ πάντα τρόπον ἀναίτιος, μόνος αἰτία καὶ ῥίζα καὶ πηγὴ τῆς ἐν υἱῷ καὶ ἁγίῳ πνεύματι θεωρουμένης θεότητος· ὃς ἵλεως γένοιτο ἡμῖν καὶ πᾶσι Χριστιανοῖς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως πρεσβείαις τῆς πανυπερευλογημένης δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων. Ἀμήν.
VI. Ἐκ τοῦ δευτέρου λόγου
Τίς γοῦν ἀντιλογία ἐστὶ περὶ τοῦ πλάσματος τῆς σελήνης; Ὅμως πᾶς τις ὁ
ζητῶν τὴν ἀλήθειαν γνώτω, ὅτι τὰ θαύματα οὐ κατ' ἐπίδειξιν γίνονται, ἀλλὰ δι' ὠφέ