τοῦ τοῖς δώδεκα δεδωκότος ἀποστόλοις, τοῖς ἐπὶ δώ δεκα θρόνους καθεζομένοις κρίνειν τὸν ̓Ισ ραήλ. - ̓Εκεῖ γὰρ θύειν, ευχεσθαι, πανη γυρίζειν ἐκέλευσεν, ὡς αν μὴ πανταχοῦ πλα νώμενοι, πρόφασιν εχωσι ἐξόδους ποιεῖσθαι πρὸς ειδωλα· Θεοῦ γὰρ τοῦτο μαρτύριον ἐκά λεσεν. Τῆς γὰρ αὐτοῦ προνοίας τοῦτο μέγισ τον τεκμήριον ην, καὶ γὰρ εξω ὁ νόμος· ἀνεγι νώσκετο διηγήματά τε καὶ κατορθώματα ἀρ χαίων, καὶ σύνοδον ἐποιοῦντο, τὴν πρὸς ἀλ λήλους ἀγάπην συνεσφίγγουσαν. Λέγοις δ' αν ουτως κατὰ τὴν ἱστορίαν, ἐκεῖ ειναι καὶ τὴν βασιλείαν καὶ τῶν ἱερέων θρόνους, ωσπερ διπλῷ στεφάνῳ καὶ διαδήματι καλλωπιζομέ νης τῆς πόλεως. Νῦν δὲ πάντων εκπτωσις καὶ τῆς παλαιᾶς εὐδαιμονίας ἐλάχιστα λείψανα. -Ετεροι δέ φασιν, ὡς ηδη τῶν πραγμά των ἀπολαύοντες, τρόπον τινα τὴν πόλιν καὶ τὸν ναὸν περιπλέκονται· α γὰρ εχοντες οὐκ ᾐσθάνοντο, νῦν ἀπολαύοντες εὐφραίνονται, οικοι μὲν ἀπολαύοντες, θείᾳ δὲ φιλανθρω πίᾳ κομισάμενοι. 121.7 Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Μαθόντες, ω ουτοι, τίς ποτε ην ἡ ̔Ιερου σαλὴμ, ευχεσθε ὑπὲρ τῆς εἰρήνης αὐτῆς, μηδὲν ζητοῦντες ετερον η τὰ πρὸς εἰρήνην αὐτῇ συντελοῦντα. Πυργόβαρός ἐστι νοῦς θεωρητικός. Εὐθηνία τοίνυν ἐστὶν ἀπόλαυ σις ἀνεμπόδιστος τῶν σωματικῶν ἡδονῶν. 122.2 ̓Ιδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖ ρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσ κης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, ουτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον Θεὸν ἡμῶν. Τῶν μὲν ἐχόντων τὸ πνεῦμα τῆς δουλείας εἰς φόβον, οἱ ὀφθαλμοὶ εἰς χεῖρας κυρίων καὶ εἰς χεῖρας κυρίας· τοῦ δὲ τὸ πνεῦμα τῆς υἱοθεσίας εχοντος πρὸς Κύριον τὸν Θεὸν, ινα αμα τῷ κελευσθῆναι εἰς ἐνέργειαν μεταβάλῃ τὴν πρόσταξιν, οἰκτιρμὸν εχειν παρ' αὐτοῦ ἡγούμενος τῷ προσταχθῆναι ποιῆσαι αὐτῷ δοκοῦντα. Καὶ ωσπερ δὲ πολλάκις οἰκέται καὶ θεραπαινίδες ἐνατενίζουσι ταῖς χερσὶ τῶν δεσποτῶν ἐν ταῖς ἑστιάσεσιν, τροφῆς τι παρ' αὐτῶν λαβεῖν προσδοκῶντες, ουτως καὶ ἡμεῖς παρὰ τῶν σῶν χειρῶν ἐλπίζομεν τυ χεῖν τῶν παρὰ σοῦ ἀγαθῶν, οὐ ῥητῷ δὲ χρό νῳ ταύτην τὴν ἐλπίδα περιορίζομεν, ἀλλὰ προσμένομεν εως αν ἀξιωθῶμεν τοῦ οἰκτει ρῆσαι ἡμᾶς. 123.3,4,5 Αρα ζῶντας αν κατέπιον ἡ μᾶς ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς· αρα τὸ υδωρ αν κατεπόντισεν ἡμᾶς, χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· αρα διῆλ θεν ἡ ψυχὴ ἡμῶν τὸ υδωρ τὸ ἀνυπόστατον. Τὸ δέ· Αρα ζῶντας αν κατέπιον ἡμᾶς, δόξει ὑπερβολικῶς εἰρῆσθαι, οὐχ ουτως ε χον· δηλοῦται γάρ τι ἐκ τούτου, ὡς καὶ υ δωρ κατεπόντισεν ἡμᾶς, η καὶ χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ου υδωρ τὸ ἀνυπόσ τατον. ̓Ιωνᾶς γοῦν ζῶν κατεπόθη, καὶ κα τέπιεν αὐτὸν ὁ θάνατος ἰσχύσας. Τροπικῶς δὲ ταῦτα ειρηκεν, ἐπειδὴ γὰρ ειπεν· Αρα ζῶντας αν κατέπιον ἡμᾶς, δείκνυσι τὴν τοῦ πλήθους ὑπερβολὴν, χειμάῤῥου δίκην προσ βαλόντος καὶ συγκαλύψαι απαντα προσδο κήσαντος· ἁρμοδίως δὲ τοῦ χειμάῤῥου τέ θεικε τὴν εἰκόνα· καθάπερ γὰρ ὁ χείμαῤ ῥος ἐκ πολλῶν ἀθροιζόμενος ὀχετῶν σφο δρότερος γίνεται, ουτως οἱ τηνικαῦτα τῇ ̔Ιερουσαλὴμ προσβαλόντες, ἐκ πολλῶν καὶ διαφόρων ἐθνῶν συνηθροίσθησαν, ἀλλὰ κα τελύθησαν ψήφῳ δικαίᾳ· τοῦτο γὰρ ὁ προ φήτης διδάσκει. 123.6 Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν ... Εὐλογητὸς Κύριος, ος οὐκ εδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Χείμαῤῥον δὲ πάλιν λέγει τοὺς λογισ μοὺς, διὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀ θρόως ἐπιπηδᾶν εἰς τὸν νοῦν καὶ πάλιν ξηραί νεσθαι, ῥαθυμοῦντες· γεγόνασι γὰρ ἰσχυροὶ, κατασταλέντες μὲν, γνόντες σαρκὸς κινή ματα· ἀφανισθέντες δὲ τοῦ τῆς ἁμαρτίας φορτίῳ, καὶ πνεύματος ἐλάβομεν χάριν. - Τρέφει τε ἡμᾶς ἰδίῳ σώματι, καὶ ποτίζει τῷ αιματι, ἀκαμπὲς δορὺ παρέσχεν ἡμῖν τὸν σταυρόν. 123.7 ̔Η ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσ θη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Οὐ γὰρ μόνης ἀπελαύσαμεν τῆς σωτη ρίας, ἀλλὰ καὶ τῶν ἐχθρῶν τὸν ολεθρον ειδο μεν. 124.1 Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ορος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κα τοικῶν ̔Ιερουσαλήμ. Ουτε γὰρ ορος σαλεύσειέ