ἑ. Πρώτη μὲν ἡ βροντὴ τῆς ἀστραπῆς, ἡ δ' ἀστρα πὴ ὁρᾶται πρώτη. Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθή σεται, κ. τ. ἑ. Ἀνωτέρω εἴρηται· «Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου.» Ἡ μὲν ὁδὸς τοῦ Θεοῦ ἐν θα 12.1541 λάσσῃ γέγονεν Ἐρυθρᾷ, αἱ δὲ τρίβοι αὐτοῦ ἐν ὕδασι πολλοῖς, ἐπὶ τοῦ Ἰορδάνου, ἐπὶ Ἰησοῦ καὶ Ἠλίου.Ἀλλὰ καὶ «ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.» ∆ιὸ «καὶ τὰ ἴχνη αὐτοῦ οὐ γνωσθήσεται» ὁδεύοντος ἐν θα λάσσῃ, καὶ τρίβους ἐν ὕδασι πολλοῖς ἔχοντος, ἐν οἷς ὡδήγησε τὸν λαὸν αὐτοῦ διὰ θαλάσσης Ἐρυθρᾶς. ΨΑΛΜΟΣ ΟΖʹ. Καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι, κ. τ. ἑ. Οἱ τὰς ἐντολὰς ἐκζητοῦντες τοῦ Θεοῦ οὐ γίνονται ψεκτοὶ, ὡς οἱ πατέρες αὐτῶν. Ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου, κ. τ. ἑ. Οὗτος νῶτα δίδωσι τοῖς ἐχθροῖς, ὁ μὴ φυλάσσων τὸν νόμον τοῦ Θεοῦ. Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ, κ. τ. ἑ. Ὡς χαλεπὸν τὸ μετὰ τὴν γνῶσιν ἁμαρτάνειν! Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; κ. τ. ἑ. Ἔρημον οὖσαν τὸ πρότερον τὴν ψυχὴν Ματθαίου τοῦ τελώνου ὁ Σωτὴρ ἡμῶν πεποίηκε τράπεζαν τρέφουσαν διὰ τοῦ Εὐαγγελίου τὰς ψυχὰς τῶν ἀνθρώπων. Καὶ πῦρ ἀνήφθη ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ, κ. τ. ἑ. Πῦρ μὲν ἀνάπτεται ἐπὶ τὸν πρακτικὸν, ὀργὴ δὲ ἀναβαίνει ἐπὶ τὸν θεωρη τικόν. Καὶ θύρας οὐρανοῦ ἀνέῳξεν, κ. τ. ἑ. Θύρας οὐ ρανοῦ λέγει φύσεις λογικὰς πρὸς διδασκαλίαν πνευ ματικὴν κινηθείσας. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, κ. τ. ἑ. Ὁ Σωτήρ φησιν· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.» Τοῦτον οὖν τὸν ἄρτον ἤσθιον μὲν πρό τερον ἄγγελοι, νυνὶ δὲ καὶ ἄνθρωποι. Τὸ «ἐσθίειν» ἐνταῦθα τὸ «γινώσκειν» σημαίνει. Τοῦτο γὰρ ἐσ θίει νοῦς ὃ καὶ γινώσκει, καὶ τοῦτο οὐκ ἐσθίει ὃ οὐ γινώσκει. Καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χοῦν σάρκας, κ. τ. ἑ. Τὴν ὀρτυγομήτραν σάρκας ὠνόμασεν. Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσι, κ. τ. ἑ. Ἀντὶ τοῦ σαρκικοί. Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτοὺς, κ. τ. ἑ. Οἱ Ἑβραῖοι λέγουσι κυνόμυιαν θηρία διάφορα καὶ ἀναμεμιγμένα. Ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκη νώμασι Χὰμ, κ. τ. ἑ. Οὕτως ἐκείνους παιδεύσας, ἐπὶ τὴν ἔρημον ἤγαγε τὸν οἰκεῖον λαὸν, ποιμένα μιμού μενος τῆς ποίμνης ἡγούμενον. Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, κ. τ. ἑ. Ὄρος ἁγιάσματός ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ. Καὶ ἐσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ, κ. τ. ἑ. «Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.» Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, κ. τ. ἑ. Ἁμαρτάνουσα ψυχὴ παραπι κραίνει γνῶσιν· ἡ δὲ κατορθοῦσα γλυκαίνει αὐ τήν. 12.1544 Μετεστράφησαν εἰς τόξον στρεβλόν, κ. τ. ἑ. Τόξον στρεβλὸν ψυχὴ διεστραμμένη· βέλη δὲ αὐτῆς λογισμοὶ πονηροί. Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, κ. τ. ἑ. Τὴν ἐν Σηλὼμ ἑστῶσαν. Καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν, κ. τ. ἑ. Κληρονομίαν ἐνταῦθα τὸ κληρονομοῦν εἴρηκεν. Ἄλλως κληρονομία Θεοῦ ψυχαὶ λογικαί. Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, κ. τ. ἑ. Τάχα πῦρ ἐστι τὰ πεπυρωμένα βέλη τοῦ πονη ροῦ. Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, κ. τ. ἑ. «Πρό δηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν,» φησὶν Ἀπόστολος. ΨΑΛΜΟΣ ΟΗʹ. Ὅτι ἐπτωχεύσαμεν σφόδρα, κ. τ. ἑ. Στερη θέντες τοῦ πλούτου τῆς γνώσεως ἐπτωχεύσα μεν. ΨΑΛΜΟΣ ΟΘʹ. Ἐξέγειρον τὴν δυναστείαν σου, κ. τ. ἑ. Χρι στὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, κ. τ. ἑ. ∆ιὰ τούτων τῶν ῥητῶν παρίστησι πικροτάτην μετά νοιαν. Καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησό μεθα, κ. τ. ἑ. Πρόσωπον ἐνταῦθα τὸν Χριστὸν ὠνό μασεν· «Εἰκὼν γάρ ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου, Πρωτότοκος πάσης κτίσεως.» Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, κ. τ. ἑ. Ἄμπελον λέγει νῦν τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ, κ. τ. ἑ. Ἀναδενδράδες εἰσὶν οἱ θεωρητικοί. Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, κ. τ. ἑ. Ἄνδρα δεξιὸν λέγει τὸν Χριστὸν, ὅστις ἐστὶ καὶ Υἱὸς ἀνθρώπου. Ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσό μεθα, κ. τ. ἑ. Οὐδεὶς δύναται ζωοποιῆσαι ἡμᾶς, εἰ μὴ ὁ εἰπών· «Ἐγώ εἰμι ἡ ζωή.» ΨΑΛΜΟΣ Πʹ. Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν, κ. τ. ἑ.