1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

125

αὐτῶν, ὦ Γώγ." Τὰ ἔθνη νῦν οὐ χρῄζει τοῦ Γὼγ εἰς διδασκαλίαν τοῦ τῶν ὅλων Θεοῦ· διὰ γὰρ τοῦ ∆εσπότου Χριστοῦ τὴν ἐπίγνωσιν ταύτην ἐδέξατο. Πάλαι δὲ, πρὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, τῶν τοιούτων ἐδεῖτο θαυμά των. Καὶ γὰρ τοῦ Σενναχηρεὶμ ἐν τῇ Ἰουδαίᾳ τὰς πολλὰς ἐκείνας ἀπωλέσαντος χιλιάδας, ἐπέγνω τὰ ἔθνη διὰ τοῦ θαύματος τὸν τῶν ἁπάντων Θεόν. ∆ιὸ καὶ ὁ μακάριος βοᾷ ∆αβίδ· "Γνωστὸς ἐν τῇ Ἰου δαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ." Καὶ τῶν ἐθνῶν δὲ τούτων ἀναιρεθέντων ἐν τῇ Ἰουδαίᾳ, μαθόντες ἅπαντες τοῦ Θεοῦ τῶν ὅλων τὴν δύ ναμιν, εἰς ὑμνῳδίαν τὰς γλώσσας ἐκίνησαν. ∆ιό φησιν· "Ἵνα γνῷ με πάντα τὰ ἔθνη, ἐν τῷ ἁγιασθῆναί με ἐν σοί." Τουτέστιν, Ἐν τῷ δοξασθῆναί με δήλης μου τῆς δυνάμεως γενομένης. ιζʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος τῷ Γώγ· Σὺ εἶ, περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου τῶν προφητῶν τοῦ Ἰσραὴλ, τῶν προφητευσάντων ἐν ταῖς ἡμέ ραις ἐκείναις καὶ ἔτεσι, τοῦ ἀναγαγεῖν σε ἐπ' αὐτούς. Καὶ Ἰωὴλ, καὶ Ὠσηὲ, καὶ Μιχαίας, καὶ οἱ ἄλλοι προφῆται περὶ τούτων τῶν ἐθνῶν προεθέσπι σαν. Ὠσηὲ μὲν γὰρ λέγει· "Καὶ διαθήσομαι αὐ τοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον, καὶ ῥομ φαίαν, καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς, καὶ κατ οικιῶ σε ἐπ' ἐλπίδι." Καὶ Ἰωὴλ δὲ, "Ἰδοὺ, φησὶν, ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκεί 81.1208 νῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλὴμ, καὶ συνάξω πάντα τὰ ἔθνη, καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου, καὶ τῆς κληρο νομίας μου Ἰσραήλ." Μιχαίας δὲ οὕτω φησίν· "Ὤδινε καὶ ἀνδρίζου, θύγατερ Σιὼν, ὡς τίκτουσα, διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσε ταί σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου. Καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ, οἱ λέγοντες· Ἐπιχαρούμεθα, καὶ ἐπόψονται οἱ ὀφθαλμοὶ ἡμῶν ἐπὶ Σιὼν, καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου, καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς, ὡς δράγματα ἅλωνος. Ἀνάστηθι καὶ ἀλόα αὐτοὺς, θύγατερ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς, καὶ κατ άξεις ἐν αὐτοῖς ἔθνη, καὶ λεπτυνεῖς λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίῳ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς." Καὶ Ζα χαρίας δέ φησιν· "Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζο ροβάβελ, λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἐν Πνεύματί μου, λέγει Κύριος παντο κράτωρ. Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα, τὸ πρὸ προσ ώπου Ζοροβάβελ, τοῦ κατορθῶσαι;" Ἐξ ὧν δῆλον, ὡς μετὰ τὴν ἐπάνοδον ἐπεστράτευσε τὰ ἔθνη ταῦτα, καὶ κατελύθη θείᾳ χειρί. ιηʹ, ιθʹ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾖ ἂν ἡμέρᾳ ἔλθῃ ὁ Γὼγ ἐπὶ τὴν γῆν Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος, ἀναβήσεται ὁ θυμός μου ἐν ὀργῇ μου. Καὶ ὁ ζῆλός μου ἐν πυρὶ τῆς ὀργῆς μου· ἐλάλησα ὑμῖν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σει σμὸς μέγας ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ. -Σει σμὸν καλεῖ τὸ τοῦ πράγματος μέγεθος. Ὥσπερ γὰρ τοῦ σεισμοῦ τὴν αἴσθησιν ἅπαντες μετὰ δέους δεχό μεθα, οὕτω καὶ τῶν μεγάλων θαυμάτων τὴν γνῶσιν. Οὐδὲν δὲ ἀπεικὸς, καὶ σεισμὸν γενέσθαι τῆς τιμωρίας τοῖς δυσσεβέσι καὶ θηριώδεσιν ἐπαγομένης. Τὸν δὲ θυμὸν, καὶ τὴν ὀργὴν, καὶ τὸν ζῆλον, καὶ τὸ πῦρ τῆς ὀργῆς, θεοπρεπῶς νοήσομεν. Ἀνθρωπίνως γὰρ αὐτὰ τέθεικε τὴν τιμωρίαν παραδηλῶν. Λέγει δὲ σεισθήσεσθαι ἀπὸ τοῦ φόβου τῶν γεγονότων οὐ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ἰχθύας, καὶ τὰ πε τεινὰ, καὶ τὰ ἑρπετὰ, καὶ τὰ θηρία· τά τε ὄρη ῥα γήσεσθαι, καὶ τὰς φάραγγας συγχωσθήσεσθαι, καὶ τὰ τείχη διαλυθήσεσθαι. Ἐξ ὧν δῆλον, ὅτι σεισμὸν τῷ ὄντι τὸν σεισμὸν ἐκάλεσεν. Οὐ γὰρ μόνον τοῖς λο γικοῖς, ἀλλὰ καὶ τοῖς ἀλόγοις δέος ἐπιτίθησιν ὁ σει σμὸς, καὶ ὄρη διαῤῥήγνυσιν, ὡς ἐκ τῶν ἀποσχιζο μένων τμημάτων ἀποφράττεσθαι τὰς φάραγγας. Καὶ τείχη καταλύει, καὶ πόλεις συγχώννυσι, καὶ ἁπαξα πλῶς τούτου διδάσκαλος ἡ πεῖρα. καʹ. Καὶ συγκαλέσω ἐπ' αὐτὸν φόβον μαχαί ρας εἰς πάντα τὰ ὄρη μου, λέγει Ἀδωναῒ Κύριος. Τοῦ σεισμοῦ,