126
τόπον καὶ πρόσωπα φεύγειν ἔλεγε, καὶ δικαίως, ὡς οἴεσθαι· πατριάρχην γὰρ κρίνεσθαι, παρόντος μὲν βασιλέως, παρόντων δὲ μεγιστάνων καὶ κοσμικῶν, καὶ ἐν ἀνακτόρων, καὶ ταῦτα καὶ βασιλέως οὕτως ἔχοντος καὶ εἰς ἄμυναν προειλημμένου, οὐκ ἄξιον οὐδὲ τῶν δικαίων εἶναι τὸ σύμπαν. Ταῦτα πρὸς τοὺς ἀπεσταλμένους τοῦ πατριάρ χου λέγοντος, γραφῇ ἐδίδοντο τὰ λεγόμενα, ὡς μή τι συκοφαντηθείη. Οἱ δ' ὑποστρέφοντες ἐδήλουν πάντα μετ' ἀσφαλείας τοῖς ἀποστείλασι, καὶ ὁ σύλλογος διελύετο. Τοῦτο δὶς εἶτα καὶ τρὶς γεγονὸς ἔκ τινων καιριακῶν διαλειμμάτωνἔμελε γὰρ καὶ κανόνων ἐκείνοις τοιαῦτα πράττουσιν, οὐδὲν ἦν πλέον ἐκ τούτων ὅτι μὴ τὸν πατριάρχην παραιτεῖσθαι τὸν τρόπον τῆς κρίσεως, τοὺς δ' ἀντεπιστέλλειν ἐκείνῳ, ὡς ἐπιστημονάρχου τοῦ βασιλέως εἶναι δικαιουμένου ἐν τοῖς ἐκκλησιαστικοῖς πράγμασι, μὴ δίκαιον εἶναι μηδ' εὔλογον τὰ τοιαῦτα, μέγιστ' ὄντα, δίχα βασιλικῆς ἐπιστασίας κινεῖσθαι.
εʹ. Ὅπως ὁ πατριάρχης πρὸς βασιλέα ἀφίκοιτο καὶ ὅπως παρὰ μικρὸν παραλογισθείη. Ἐν ὅσῳ δὲ ταῦτ' ἐπράττετο, ἐννοήσας ὁ πατριάρχης, ὃ καὶ ἀληθὲς ἦν, ὡς οὐδέν ἐστιν ἄλλο τὸ κινοῦν τοιαῦτα ἢ τὸ τοῦ κρατοῦντος πρὸς αὐτὸν ἀμυντικόν, ὅτε καὶ κινδυνεύοι κακῷ τὸ κακὸν ἰᾶσθαι, τῇ τοῦ πατριάρχου καταδίκῃ τὸ πρὸς ἐκείνου ἀπεχθὲς καὶ ὀχλῶδες, ὥστε καὶ ἀπεσκευάσθαι ταῦτα βούλεσθαι, παριδὼν πᾶσαν μικροψυχίαν, ἵππου τε ἐπιβαίνει, μὴ πρότε ρον εἰωθὼς ἐξ οὗ τὴν Κωνσταντίνου κατέλαβε, καὶ βασιλεῖ πρόσεισιν. Ἡμέρα δ' ἦν καθ' ἣν ταῦτ' ἐπράττετο κυριώνυμος. Ὁ γοῦν βασιλεύς, καιρὸν ἐκεῖνον οἰηθεὶς ἐπιστῆναι ὃν καὶ ἐζήτει πάλαι, τὸν τῆς ἀνέσεως ἔπειθε γὰρ ἐννοεῖν τοιαῦτ' ἐκεῖνον τό τ' ἐπιβῆναι ἵππου τὸν πατριάρχην 343 καὶ παρὰ τὸ σύνηθες πρᾶξαι, τά τε κινούμενα, ὡς ἐν χρῷ καταδίκης αὐτὸν γεγενῆσθαι, καὶ ὡς ἐκμειλίξασθαι παραγένοιτο, φιλοφρόνως τε ὑπαντᾷ καὶ ἀσμένως ὑποδέχεται προσιόντα καὶ πλεῖστον ὅσον ὁμιλεῖ τὰ χαρίεντα. Ὡς γοῦν καιρὸς τῆς ἱερᾶς λειτουργίας ἐπέστη καὶ ἤδη ἦν ὁ κρατῶν πρὸς τῷ τῷ ναῷ ἐπιστῆναι, πέμψας ἐκεῖνός τινα τῶν αὑτοῦ τοὺς ἐπὶ τῆς λειτουργίας κατησφαλίζετο καὶ ἐκέλευεν, ἅμα θεασαμένους αὐτόν, μήτε περιμένειν τὴν πρὸς τὰς ἁγίας εἰκόνας προσέλευσιν αὐτοῦ προσκυνήσοντος, μήτ' ἄλλο τι περιαργοῦντας πράττειν, ἀλλ' εὐθὺς ἐκφωνεῖν μὲν τὸν διάκονον τὸ Εὐλόγησον, εὐλογεῖν δὲ τὸν Θεὸν μεγαλοφώνως τὸν ἱερέα κατὰ τὸ σύνηθες καὶ τῆς λει τουργίας ἀπάρχεσθαι. Τοῦτο δ' ἦν πάντως πρὸς ὃ ταῦτ' ἐκεῖνος παρε σκευάζετο, τὸ τὸν ἱεράρχην ἅμ' αὑτῷ ἐπ' ἐκκλησίας συναγαγεῖν κἀντεῦθεν σιωπηλῶς τὴν τοῦ δεσμοῦ λύσιν πραγματευσάμενον ἔχειν. Καὶ δὴ ηὐτρέπιστο μὲν τὰ τῆς ἱερᾶς λειτουργίας, ὁ κλῆρος δ' ἅπας, μετασκευασάμενος τοῖς εἰκόσι, καραδοκοῦντες τὸν βασιλέα ὅσον οὔπω ἀφιξόμενον περιέμενον. Ὁ δὲ βασιλεύς, εὐστόχως τοῦ ἱεροῦ μανδύου τὸν πατριάρχην κατέχων, κατά τινα ποσὰ διαστήματα, ἅμα μὲν ἱστάμενος ὡμίλει, ἅμα δὲ καὶ ὡς ἐπὶ τὸν ναὸν προσήγετο. Ὡς δέ ποτε τοῦ οὐδοῦ ἐπέβη καὶ ὁ διάκονος τὸ Εὐλόγησον ἐξεβόα καὶ εὐθὺς ἡ τοῦ ἱερέως εὐλόγησις, ἐκσπᾶ ται τῷ παραδόξῳ ὁ πατριάρχης καί, τὸν δόλον συνεὶς αὐτίκα, ἀντέσπα καὶ τῆς χειρὸς τοῦ κρατοῦντος ἐξώλισθε καί· «Τί, λέγων, οὕτω δολερῶς κλέπτεις τὴν εὐλογίαν καὶ παραλογίζῃ τὸ θεῖον, ἄνθρωπος ὤν, οὐ δέον ὂν οὐδὲ συμφέρον;» Ἔτι δὲ καί· «Καλά γε ταῦτα, προσονειδίζων, καί γε βασιλεῖ καὶ ἐννόμως ἄρχειν προαιρουμένῳ πρέποντα καὶ δὴ φορητὰ τοῖς ἄλλοις ἀκοῦσαι, ὥστε καὶ ἐπαινεῖν», εὐθὺς ἀετὸς ἦν λιπὼν ἐκεῖνον καταιδεσθέντα καὶ ἀφιπτάμενος καί, διὰ τῆς σιδηρᾶς τοῦ τρικλίνου πύλης ὡς τάχος πεζῇ διαθέων, ᾗ ποδῶν εἶχεν ἐχώρει πρὸς θάλασσαν καί, νεὼς ἐπιβάς, κατελάμβανε τὰ οἰκεῖα. Ὁ μέντοι γε βασιλεύς, ὑβριοπαθήσας οἷον καὶ αἰδεσθείς, προσποι εῖται δ' οὖν ὅμως τὸ μεγαλόψυχον. Καὶ ἐπεὶ τέλος ἡ ἱερὰ λειτουργία ἐλάμβα νεν, ἐξελθών, σταθεὶς ἐν τῷ Ἀλεξιακῷ τρικλίνῳ, τούς τε τῶν ἱεραρχῶν παρατυχόντας καὶ τοὺς τοῦ κλήρου μεταστειλάμενος, ἐπενεκάλει τῷ πατριάρχῃ σκληρότητα, καί· «Ἴδετε,