Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
λειαν ψυχικὴν ἅμα καὶ σωματικήν, ὡς ἐπὶ τοῦ Χριστοῦ, ἢ διὰ χρῆσιν, ὡς ἐπὶ τοῦ Μωϋσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ. Ἀλλὰ πῶς ἐνήργησε τὸ τῆς σελήνης τοιοῦτον ἐξαίσιον θαῦμα; Αὐτὸς γάρ ἐστιν ὁ εἰπών, ὅτι οὐκ ἦλθε διὰ θαυμάτων δοῦναι τὸν νόμον, ἀλλὰ καὶ διὰ τὸ παιδεύεσθαι ἡμᾶς κατηγορεῖ ἡμῶν· ἐγὼ δέ, φησί, τοὐναντίον ὅτι ἐπιμελούμενος ὁ πατὴρ τοῦ παιδὸς παιδεύει αὐτὸν ἀγάπης ἐνυπαρχούσης. Καὶ περὶ μὲν τῶν Ἑβραίων ἀληθῶς εἶπεν· οἱ γὰρ Ἑβραῖοι κατὰ καιροὺς ἔλαβον ὀργὴν ἀπὸ θεοῦ, ἀλλ' οὐκ ἀσυμπαθῆ· εἶχον καὶ γὰρ προφήτας διόλου καὶ ἁγιασμὸν καὶ ἱερωσύ νην, παιδεύοντος μὲν αὐτοὺς τοῦ θεοῦ σωματικῶς, ψυχικῶς δὲ οὐ κατελιμπάνοντο. Μετὰ δὲ τὸν τοῦ Κυρίου σταυρὸν καὶ τὸ πάθος ἐγένετο παντελὴς εἰς αὐτοὺς ἐγκατά λειψις ψυχῶν τε καὶ σωμάτων, λέγω τοὺς αὐθάδεις. VII. 20Ἐπὶ τὸ προκείμενον οὖν ἐπανέλθωμεν τῆς ἡμετέρας διηγήσεως τε καὶ ἱστορίασ. Τῷ θέρει τοῦ #22ξβ-ου ἔτους ἤρξατο φαίνε σθαι κομήτης ἐκ τῶν δυτικῶν μερῶν τοῦ ἀφ' ἑσπέρας ὁρίζοντος ἑκάστης, εὐθὺς μετὰ δύσιν ἡλίου, ῥομφαίᾳ τινὶ ἐοικώς, καὶ τῆς σελήνης ἐλθὼν πλησιάσας καὶ πανσέληνος ὑπάρχουσα καὶ ἐκλείψεως κατὰ τύχην γενομένης κατὰ τὴν τάξιν καὶ κύκλον τῶν οὐ ρανίων φωστήρων, ὡς ἔθος. Τινὲς δὲ τὸν κομήτην ξιφοειδῆ ὁρῶντες καὶ ἐκ τῶν ἑσπε ρίων κινούμενον καὶ πρὸς ἀνατολὰς πορείαν ποιοῦντα καὶ τῆς σελήνης πλησιάσαντα καὶ τὸ σκότος τῆς ἐκλίψεως ἰδόντες ἐνόμιζον, ὅτι ὁ κομήτης ὁ ξιφοειδὴς οὕτως δηλοῖ καὶ εἰς σκότωσιν τῆς σελήνης, ὅτι μέλλουσιν ὁμοφωνῆσαι οἱ τῶν ἑσπερίων αὐθέντες Χριστιανοὶ ἐλθεῖν κατὰ τῶν Τουρκῶν καὶ αὐτοὺς νικήσωσιν. Οἱ Τοῦρκοι δὲ θεωροῦν τες καὶ αὐτοὶ εἰς φόβον οὐκ ὀλίγον καὶ λογισμοὺς συνέπεσον· ἀλλὰ καὶ αἱ νύκτες ἐκεῖναι πανσέληνοι οὖσαι, οὐ διέλιπον ἀστραπαὶ καὶ βρονταὶ καθ' ἑκάστην ἑσπέραν ἄχρι καὶ τῆς δευτέρας φυλακῆς τῆς νυκτός. Τῷ δὲ πρωῒ σεισμοί τινες ἐλαφροὶ ἐγί νοντο ἐπὶ ἡμέρας δέκα καὶ ὀκτώ· καὶ καύσων ἐν ἐκείναις ταῖς ἡμέραις οὐκ ὀλίγος ἦν. 20Ἀλλὰ μέρος τι περὶ τῆς φύσεως τῶν κομητῶν καὶ ἀστρα πῶν καὶ βρόντων καὶ ἄρκων, ἤγουν κεραυνῶν, καὶ σεισμοῦ καὶ στοιχέων διηγησώμεθα· καὶ ὅσον τὸ κατὰ δύναμιν δηλώσω πρὸς ὑμᾶς. Ἄκουσον οὖν.20 518
VIII.Περὶ κομητῶν
Κομῆται λέγονται τὰ φαινόμενα ἀπὸ γῆς πρὸς οὐρανὸν ἐκκεχυνομένα, ἅπερ
λέ γουσί τινες ἄστρα· ἀλλ' οὐκ οἴδασι τί λέγουσιν. Ἕτεροι λέγουσιν, ὅτι δαίμονές εἰσιν, οὐκ εἰδότες καὶ αὐτοί, τί λέγουσι, καὶ σφαλερῶς βλασφημοῦσιν. Ἀλλ' οὔτε ἄστρα εἰσίν, οὔτε δαιμονικὰ πνεύματα· τὰ γὰρ δαιμόνια οὔκ εἰσι λαμπρά, ἀλλὰ ἐζοφωμένα καὶ ἀφανῆ τῆς ἀνθρωπίνης ὄψεως. ∆ιὰ τοῦτο οἱ ταῦτα λαλοῦντες φληναφοῦσιν ἁμαρ τάνοντες. Εἰ δὲ πάλιν, ἐὰν ἄστρα εἰσί, καὶ πάντοτε ἀπὸ αἰῶνος πίπτοντα ἦσαν, ἔμενε γὰρ ὁ οὐρανὸς ἄναστρος. ∆ιὰ τοῦτο οὔτε ἄστρα εἰσὶν οὔτε πονηρὰ πνεύματα, ἀλλὰ κομῆταί εἰσιν. Οἱ γὰρ κομῆται τοιουτοτρόπως γίνονται. Τῶν ἀνέμων ἐπὶ τῆς γῆς καὶ ἐν τῷ αἰθέρι εἰσερχομένων, τὸ λεπτόμενον ἐπιφέρουσι τῆς γῆς ὑλοειδὲς πρὸς τὸ οὐ ράνιον πῦρ καὶ βιαζομένη ὑπὸ τῶν ἀνέμων ἡ ὕλη οὐ κατέρχεται, ἕως οὗ σιγήσῃ ὁ ἄνεμος. Καὶ τότε ἐκπίπτουσιν ὑλομανούντων τῶν ἀνέμων, ἐκκεχυνομένων λαυροει δῶς, ὡς ὑπὸ τοῦ πυρὸς τοῦ ἄνωθεν κατακαιόμενος ὁ ἄνεμος σὺν τῇ ὕλῃ λαυροειδὴς γίνεται· καὶ οὕτω γίνονται αἱ κομῆται. Ἅμα δὲ τῷ κρύει ἐκπέσῃ πεπυρακτωμένος ἄ νεμος, γίνεται πάλιν χλυὸς καὶ σμίγεται τῷ ὁμοίῳ αὐτοῦ ἀέρι.
IX. Περὶ ἀστραπῶν καὶ βροντῶν