126
ἀρετῶν καὶ ἡ κατ᾽ ἦθος τῶν τρόπων εὐστάθεια τῶν διὰ μετανοίας πρὸς ἀρετὴν ἀπὸ κακίας ἐπανελθόντων καὶ ἐξ ἀγνοίας πρὸς ἐπίγνωσιν Θεοῦ ἐπαναβεβηκότων.
Καὶ προσῆλθον τῷ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, καὶ λέγουσιν αὐτοῖς· Συνοικοδομήσωμεν ὑμῖν, ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν. Ζοροβάβελ(10) ἐστὶν ὁ πρακτικὸς νοῦς καὶ Ἰησοῦς ὁ θεωρητικός, ἡγούμενοι δὲ τῶν πατριῶν εἰσιν αἱ τῆς ψυχῆς δυνάμεις, ἐξ ὧν ὥρμηνται τῆς ἀρετῆς οἱ τρόποι καὶ οἱ λόγοι τῆς γνώσεως, οἷς προσέρχονται τῆς ὑπερηφανίας καὶ τῆς κενοδοξίας ἀνθρωπαρεσκείας τε καὶ ὑποκρίσεως οἱ ἀκάθαρτοι δαίμονες, λέγοντες· Συνοικοδομήσωμεν ὑμῖν τὸν ναὸν Κυρίου. Οὐδεὶς γὰρ τούτων τῶν πονηρῶν δαιμόνων τοῦ ἐναρέτου ποτὲ κωλύει τὸ πρόθυμον, ἀλλὰ καὶ μᾶλλον, τὰς ἐλλείψεις δολερῶς περικόψας τῶν ἀρετῶν, τὰς ἐπιτάσεις ὑπαγορεύει, τοῖς ἀγωνισταῖς συμπροθυμούμενος, ἵνα πρὸς ἑαυτὸν ὅλην ποιήσηται τοῦ ἀσκουμένου τὴν ἔννοιαν, παραπολέσασαν τὸ ἶσον τῆς μεσότητος στάθμιον, καὶ λάθῃ πρὸς ἄλλο παρὰ τὸ δοκοῦν ὁδεύουσα καταγώγιον. ∆ιὸ φασὶν οἱ κακοῦργοι· ὁμοίως ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν. Οὔτε γὰρ μισοῦσι σωφροσύνην οὔτε νηστείαν βδελύσσονται, οὐ χρημάτων διάδοσιν, οὐ φιλοξενίαν, οὐ ψαλμῳδίαν, οὐ σχολὴν ἀναγνώσεως, οὐ τῶν (14Γ_124> μαθημάτων τὰ ὑψηλότερα, οὐ χαμευνίαν, οὐκ ἀγρυπνίαν, οὐ τὰ λοιπὰ πάντα, δι᾽ ὧν ὁ κατὰ Θεὸν χαρακτηρίζεται βίος, ἕως πρὸς αὐτοὺς νένευκεν ὁ σκοπὸς καὶ ἡ αἰτία τῶν γινομένων. Τοὺς μὲν γὰρ ἄλλους τάχιον ἴσως ὁ ἀσκητὴς καταλαβόμενος δαίμονας, ῥᾳδίως τὴν ἐξ αὐτῶν βλάβην διαδιδράσκει. Τούτους δέ, δοκοῦντας συνεργεῖν τῷ δρόμῳ τῆς ἀρετῆς καὶ οἷον συνοικοδομεῖν βουλομένους τὸν ναὸν Κυρίῳ, τίς ἂν τῶν ἄγαν ὑψηλῶν καταλάβοι νοῦς, χωρὶς τοῦ διὰ πάντων χωροῦντος ἐνεργοῦς Λόγου καὶ ζῶντος καὶ διϊκνουμένου ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος(11), τουτέστι διαγινώσκοντος τίνα τῶν ἔργων ἢ νοημάτων εἰσὶ ψυχικά, τουτέστι εἴδη φυσικὰ τῆς ἀρετῆς ἢ κινήματα, καὶ τίνα τυγχάνει πνευματικά, τουτέστιν ὑπὲρ φύσιν καὶ Θεὸν χαρακτηρίζοντα, τῇ φύσει δὲ κατὰ χάριν διδόμενα.
Ἁρμῶν τε καὶ μυελῶν(12) τὴν πρὸς τοὺς πνευματικοὺς λόγους τῶν κατ᾽ ἀρετὴν τρόπων ἁρμόδιον ἢ ἀναρμόδιον διόλου σύννευσιν ἐπισταμένου, κρίνοντός τε τὰς ἐνθυμήσεις καὶ τὰς ἐννοίας τῶν καρδιῶν(13), τουτέστι τὰς ἐπὶ τοῖς εἰρημένοις ἀφανεῖς κατὰ τὸ βάθος σχέσεις καὶ τὰς κατὰ ψυχὴν ἀοράτους τούτων αἰτίας.
Ὧι οὐκ ἔστι κτίσις ἀφανής, ἐν ἡμῖν δηλονότι τοῖς λανθάνειν δοκοῦσιν, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα, οὐ μόνον τὰ γεγενημένα τε καὶ νενοημένα, ἀλλ᾽ ἤδη καὶ τὰ γενησόμενα παρ᾽ ἡμῶν καὶ τὰ νοηθησόμενα; Περὶ γὰρ μελλούσης τυχὸν πράξεως καὶ νοήσεως τὸ οὐκ ἔστι κτίσις ἀφανὴς ὁ λόγος φησίν· οὐ γὰρ περὶ γεγενημένης, ἥτις καὶ ἡμῖν αὐτοῖς καὶ ἄλλοις πεφανέρωται, σχολῇ γ᾽ ἂν Θεῷ, τῷ πάντας τοὺς ἀπείρους (14Γ_126> τούς τε προγενομένους καὶ ὄντας καὶ ἐσομένους αἰῶνας προεγνωκότι καὶ τῆς πάντων γενέσεως προειληφότι κατὰ φύσιν τὴν γνῶσιν καὶ οὐκ ἐκ τῶν ὄντων, ἐξ ἑαυτοῦ δὲ τὴν τῶν ὄντων ἐν ἑαυτῷ προσυνειληφότι γνῶσιν. Μόνος γὰρ αὐτὸς τῶν ὄντων ὑπάρχει κατὰ φύσιν γνῶσις, ὡς τῶν ὄντων αἴτιος, καὶ πάλιν αὐτογνῶσις, ὡς ὑπὲρ αἰτίαν φύσει τὴν ἑαυτοῦ γνῶσιν ἔχων, καὶ ταύτης ἔτι κατὰ τὸν πάντα καὶ πάμπαν τῆς ἀπειρίας ὑπεράπειρον ἀπειράκις λόγον ἀνῳκισμένος(14), ὅτι καὶ τῆς οὕτω λεγομένης γνώσεως δημιουργὸς παντὶ λόγῳ τε καὶ τρόπῳ, καὶ πάσης ἄλλης λεχθῆναι ἢ νοηθῆναι δυναμένης γνώσεως, ὑπάρχων ἀπρόσιτος.
Τίς, τοῦτον οὐκ ἔχων ἐνοικοῦντα τὸν Λόγον τῷ βάθει τῆς καρδίας, δυνήσεται, τοὺς ἀφανεῖς δόλους τῆς καθ᾽ ἡμῶν ὑποκρίσεως τῶν δαιμόνων ὑπαλύξας, στῆναι καθ᾽ ἑαυτὸν μονώτατος, χωρίς τινος ἐπιμιξίας, καὶ οἰκοδομῆσαι τοῦ Κυρίου τὸν ναὸν κατὰ τὸν μέγαν Ζοροβάβελ καὶ τὸν Ἰησοῦν καὶ τοὺς