1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

126

φησὶν, ἡγησαμένου δειλίαν αὐτοῖς ἐμ 81.1209 βαλῶ, καὶ πολεμίων φόβον, ὡς φυγῇ χρωμένους καὶ ἀλλήλους ἀγνοεῖν, καὶ ἐπ' ἀλλήλων ἀναιρεῖσθαι. Τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· Μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται. (κβʹ.) Καὶ κρινῶ αὐτὸν ἐν θανάτῳ καὶ αἵματι. Οὐ μόνον δὲ ὑπ' ἀλλήλων ἀναλωθήσονται, ἀλλὰ καὶ ἄνωθεν αὐτοὺς ἐγὼ πολεμήσω. Ἐν ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ' αὐτὸν, καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ· καὶ μεγαλυνθήσο μαι, καὶ ἐνδοξασθήσομαι, καὶ ἁγιασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. Τούτων γὰρ ὀλέ θρῳ παραδοθέντων, οἱ τέως ἀγνοοῦντές με ἐπιγνώ σονται τὴν δύναμιν, καὶ τὴν ἐμὴν προσκυνήσουσι δεσποτείαν.

ΚΕΦΑΛ. ΛΘʹ. Εἶτα πάλιν παρακελεύεται τῷ προφήτῃ προφητεῦ σαι ἐπ' αὐτὸν, καὶ ἐπὶ τὰ

σὺν αὐτῷ ἔθνη, ὅτι δι' αὐ τοῦ συγχωροῦντος ἥξουσιν ἀπ' ἐσχάτου βοῤῥᾶ, ἐπὶ τὸ δίκας δοῦναι τῆς θηριωδίας ἀξίας. Ἐπιλέγει δὲ καὶ τὴν ἐσομένην αὐτοῖς ἀσθένειαν. γʹ, δʹ. Ἀποτινάξω γὰρ, φησὶν, τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς, καὶ τὰ βέλη σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς. Καὶ κατα βαλῶ σε ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ πολλὰ ἔθνη τὰ μετὰ σοῦ. ∆ιαλύσω σου, φησὶ, τὴν δύναμιν, ὥστε ἐκπε σεῖν τὰ ἐν ταῖς χερσὶν ἐπιφερόμενα ὅπλα. Τούτοις προστίθησιν, ὅτι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ὠμοβόροις θηρίοις δοθήσεται βορά. Τὸ δὲ, ʹ. Ἀποστελῶ πῦρ ἐπὶ Γὼγ, καὶ κατοικι σθήσονται αἱ νῆσοι ἐπ' εἰρήνης, καὶ γνώσον ται ὅτι ὄνομά μοι Κύριος, δηλοῖ, ὡς τοῦ Γὼγ τὴν πανωλεθρίαν ἐκείνην ὑπομείναντος, οὐ μόνον οἱ ἠπειρῶται, ἀλλὰ καὶ οἱ νησιῶται θαῤ ῥήσουσιν· ἐδεδοίκεισαν γὰρ τὴν ἐκείνων στρατείαν ἀκούσαντες. ζʹ. Καὶ τὸ ὄνομά μου, φησὶ, τὸ ἅγιον γνωσθή σεται ἐν μέσῳ τοῦ Ἰσραὴλ, καὶ οὐ βεβηλωθήσε ται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι. Καὶ τὴν αἰτίαν διδάσκει· "Καὶ γνώσεται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ἅγιος ἐν μέσῳ τοῦ Ἰσραήλ." Μαθόντα γὰρ τὰ ἔθνη τῆς ἐμῆς προνοίας τὴν δύναμιν, καὶ ὅπως ὑπερασπίζω τοῦ χρηματίζοντός μου λαοῦ, οὐκ ἔτι ἀσθένειάν μου κατηγορήσουσιν, οὐδὲ νομιοῦσι διὰ τὴν ἐμὴν ἀδυναμίαν τὴν προτέραν αἰχμαλωσίαν τοῦ λαοῦ μου γενέσθαι. Εἶτα τῶν εἰρημένων τὸ βέβαιον δείκνυσιν. 81.1212 ηʹ. Ἰδοὺ ἥκει, καὶ γνώσῃ, ὅτι ἔσται, λέγει Ἀδωναῒ Κύριος. Νόμισον αὐτὰ, φησὶ, γεγενῆσθαι, καὶ ὡς περὶ γεγενημένων ἀναντίῤῥητον ἔχε τὴν πί στιν· πάντως γὰρ γενήσεται τὰ ὑπ' ἐμοῦ προῤῥη θέντα. "Αὕτη ἐστὶν ἡ ἡμέρα, ἣν ἐλάλησα." Περὶ ταύτης, φησὶ, τῆς ἡμέρας πολλάκις προηγό ρευσα. Καλεῖ δὲ ἡμέραν τῆς τοῦ Γὼγ τιμωρίας τὸν καιρόν. Εἶτα διδάσκει, ὡς ἅπας Ἰσραὴλ ἀντὶ ξύλων τοῖς ἐκείνων χρήσονται ὅπλοις, δόρασί τε καὶ τόξοις, καὶ βέλεσι, θυρεοῖς τε καὶ πέλταις, καὶ βακτηρίαις· καὶ ὅτι οὐ δεηθήσονται ξύλων τομῆς, ἀλλ' ἐν ἑπτὰ ἔτεσιν ἀρκέσει αὐτοῖς εἰς τὴν χρείαν τὰ προειρημένα ὅπλα. Καὶ διὰ τούτων δὲ τὸ πλῆθος αὐτῶν παραδη λοῖ· προλέγει δὲ καὶ τὸ ἐσόμενον μνῆμα τοῦ Γώγ. ιαʹ. Ἔσται γὰρ, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν μνημεῖον Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων ἐξ ἀνατολῆς τῆς θαλάσσης. Ἔνθα, φησὶν, ἔθαψαν τοὺς ἐκ τῶν ἑῴων ἐπελθόντας αὐτοῖς με ρῶν, ἐκεῖ καὶ τοῦτον θάψουσιν. Ἀναμιμνήσκει δὲ αὐτοὺς διὰ τούτου τῆς ἐπὶ τοῦ Σενναχηρεὶμ γενομέ νης τῶν Ἀσσυρίων σφαγῆς· ὅτι καὶ τότε τῆς αὐτοῦ ἐπικουρίας ἀπήλαυσαν, καὶ μετὰ ταῦτα τῆς αὐτοῦ τεύξονται προμηθείας. ∆ιὰ δὲ τὸ πλῆθος, φησὶ, τῶν νεκρῶν, "Οἰκοδομήσουσι τὸ περιστόμιον τῆς φά ραγγος, καὶ θάψουσιν ἐκεῖ τὸν Γὼγ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται τὸ γαὶ τὸ πολυάν δριον τοῦ Γώγ." Τοσοῦτον γὰρ, φησὶν, ἔσται τῶν ἀναιρουμένων τὸ πλῆθος, ὡς μηδὲν ὄρυγμα χειρο ποίητον αὐτοὺς δέξασθαι, ἀλλὰ τὴν βαθυτάτην φά ραγγα τάφον αὐτοῖς γενέσθαι, ἑκατέρωθεν μὲν πε ριοικοδομουμένην, ἄνωθεν δὲ χωννυμένην. Ἑπτὰ δὲ μηνῶν,