Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
Η ἀστραπὴ οὐκ ἐν ἑτέρῳ τρόπῳ γίνεται, εἰ μὴ συναλλαττομένων τῶν ἀνέμων καὶ τῶν νεφελῶν συγκρουομένων, ὡς βιαζομένων ὑπὸ τῶν ἀνέμων, γίνεται κτύπος ἐν δὲ τῷ κτύπῳ συγκέχυται τὸ πῦρ παρὰ τοῦ οὐρανίου πυρός. Πρότερα δὲ ἡ βροντὴ τῆς ἀστραπῆς γίνεται· ἡμεῖς δὲ ὀξύτερον ἔχοντες τὴν ὅρασιν, διὰ τοῦτο πρῶτον θεω ροῦμεν τὴν ἀστραπήν, μετὰ δὲ ταῦτα ἀκούομεν τὴν βροντήν, διότι βραδύτερον τὴν ἀκοὴν ἔχομεν. Βλέπε, ἐν παραδείγματι ὑποδείξω σοι· ἀπέχοντός σού τινος πόῤῥωθεν κόπτοντος ξύλον, βλέπεις αὐτοῦ τὴν ἀξίνην συγκρουομένην, καὶ οὕτω μετὰ μικρὸν τὸν κτύπον ἀκούεις.
X.Περὶ τί ἐστιν ἀστραπή; Ἄνωθεν πρὸς τὸν αἰθέρα ἡπλωμένον ὑπάρχει τὸ πῦρ ἐν ὅλῳ τῷ προσώπῳ τοῦ οὐρανοῦ· αὐτὸ γάρ ἐστι τὸ τέταρτον στοιχεῖον καὶ ἰσομερεῖ τῶν ἑτέρων τριῶν, ὡς μὴ ἰσαζομένων ὁ κόσμος ἀπώλετο ἄν· οἶδε γὰρ ὁ δημιουργός, πῶς παρεσκεύασεν αὐτά.
XI.Περὶ κεραυνοῦ Ὁ μὲν κεραυνὸς οὕτω γίνεται. Συγκρουομένων τῶν νεφελῶν γίνεται, ὥσπερ προείπομεν, κτύπος καὶ μετὰ τὸν κτύπον γίνεται πῦρ. Τὸ δὲ πῦρ ἐκεῖνο ἐὰν τύχῃ καὶ συνουσιάσῃ μετὰ κομήτου, οὐ χλιάνει ὡς οἱ κομῆται, ἀλλὰ ἐπὶ γῆς ἐπεισέρχεται καὶ 520 φθείρει, θανατοῖ καὶ ἀπειλεῖ, ἀλλ' οὐ καίει, ὡς λέγουσί τινες. Καὶ οὕτως γίνεται ὁ κεραυνός, ὅνπερ ἡμεῖς λέγομεν ἀρκόν.
XII. Περὶ τοῦ σεισμοῦ Περὶ δὲ τοῦ σεισμοῦ ἄκουσον καὶ ὅσον κατὰ δύναμιν δηλώσω ὑμῖν, ἵνα μετὰ κα θαρᾶς ἀποδείξεως ἐπὶ τοῦτο τὸ τοῦ θεοῦ μέγα μυστήριον ἐπιδεῖξαι οὐ δύναμαι, ὅτι τῶν τοῦ θεοῦ κριμάτων καὶ προνοίας αὐτοῦ καὶ βάθος καὶ ὕψος τῆς αὐτοῦ σοφίας ἐξιχνιάσαι ἀνθρωπίνη οὐ δύναται γλῶσσα, ἀλλ' οὐδὲ γνώσει ἐπ' αὐτὰ συνιεῖ, οὐδ' αὐτὸς ὁ θαυμάσιος Παῦλος ἰσχύει ἐξιχνιᾶν τὰς ὁδοὺς Κυρίου· ἀλλ' ὡς εὔσπλαγχνος ὢν οἰκτίρμων καὶ πολυέλεος καὶ πᾶσαν σοφίαν καὶ σύνεσιν φιλανθρώπως τῷ τοῦ αὐ τοῦ ἐχαρίσατο πλάσματι, οὕτω γνωρίζει ἡμῖν, ὅτι πᾶσα κτίσις κινεῖται, ὡς προείπομεν, ὑπὸ τεσσάρων στοιχέων. Τὰ μὲν δύο εἰσὶν εὐφερῆ ὡς ἐλαφρότερα κουφιζόμενα ἐν τῷ αἰθέρι, ἀλλ' οὔτε ἄνωθεν ἐκλείπουσιν οὔτε κάτωθεν· ἀλλ' ὅπου οὔκ εἰσιν οὐδὲ ἵστανται, λέγουσιν, οὐ φθάνουσιν, ἀλλὰ καὶ ἐκεῖθεν καὶ δυνάμει αὐτῶν ἐνεργοῦσιν. Ἐν δὲ τῷ οὐρανῷ οὐκ ἔστι γῆ· ἀλλ' ὁ κονιορτὸς αὐτῆς λαυροειδὴς γίνεται σὺν τῷ ἀέρι καὶ ἐκκέχυται πεπυρακτωμένος καὶ ἐμφανὴς τῷ κόσμῳ τῷ κάτω φαίνεται. Ἐν δὲ τῇ γῆ οὐκ ἔστι πῦρ· ἀλλὰ τοῦ πυρὸς αἱ δυνάμεις πολλάκις ἐπὶ γῆς ἐνεργοῦσι. Οὗτως οὐδὲ ἐν τῷ οὐρανῷ ὕδωρ, ἀλλὰ καὶ αἱ νεφέλαι αὐτὸ πρὸς οὐρανοὺς ἀνάγουσι. Γέγραπται, ὅτι καὶ ὑπεράνω τῶν οὐρανῶν ὕδωρ ὑπάρχει· ἄλλο γὰρ τὸ ὑπερκόσμιον καὶ ἄλλο τὸ ἐν κόσμῳ φαινόμενον. Τοιουτοτρόπως ὁ ἀὴρ ἰσχυρόν ἐστι στοιχεῖον καὶ ἄνωθεν καὶ κάτωθεν ἐνεργεῖ πολλάκις καὶ σημεῖα καὶ τέρατα ποιεῖ. Ἐξ ἐσχάτου τῆς γῆς ἀνάγει νεφέλας σὺν ὕδατι πρὸς οὐρανούς, ἀστραπὰς ποιεῖ, βροντὰς τρανοτάτας καὶ φοβεράς, ὥστε καὶ οἱ οὐρανοὶ σείονται καὶ ἠχοῦσι· καὶ ἐν τῷ πυρὶ συνενοῦται καὶ κεραυνοὺς ποιεῖ διὰ πυρός. Καὶ πάντας ὁ ἀὴρ ἐκθροεῖ καὶ ταράττει· τὴν θάλασσαν μετατίθει καὶ ἐκ βυθοῦ ἀμετρήτου συνταράττει καὶ πάντα κυμαίνει ἐν ἐξουσίᾳ πολλῇ· περικυ κλοῖ τὴν γῆν· αὐτὸ γὰρ τὸ στοιχεῖον ἰσχυρότερον πάντων καὶ πολεμικὸν ὑπάρχει. ∆ιὰ τοῦτο καὶ ὑπ' αὐτοῦ ὁ σεισμὸς γίνεται καὶ πᾶσα ἡ κτίσις κινεῖται· ἡ γὰρ γῆ, ὡς εἴρηται, οὐ βαστάζεται ὑπ' οὐδενός.
XIII.Περὶ στοιχέων τῶν δ-ων
Ὁ μὲν ἀὴρ πρωτόκτιστον πάντων ὑπάρχει στοιχεῖον, ὑπὸ δὲ τοῦ ἀέρος τὸ
ὕδωρ γεννᾶται. Καὶ ὄντος ἀέρος, ὅμως ἐξερχομένου ἐκ τοῦ στόματος σου ἀέρος, ὑποπί πτει ὑπὸ τὴν σὴν πολιὰν δροσία, ὡς ὑπὸ τεσσάρων στοιχέων καὶ ὁ ἄνθρωπος συνηρ 522 μοσμένος ὑπάρχει καὶ πᾶσα ἡ κτίσις. Τὸ δὲ ὕδωρ χοῦν ἀποτελεῖ· εἰ βούλῃ,