πάντες οἱ μισοῦντες Σιών. -Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ος πρὸ τοῦ ἐκσπασ θῆναι ἐξηράνθη. -Ου οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐ τοῦ ὁ τὰ δράγματα συλλέγων. -Καὶ οὐκ ειπον οἱ παράγοντες· Εὐλογία Κυρίου ἐφ' ὑ μᾶς. ∆ηλοῖ δὲ τὸ ἐπὶ τοῦ νώτου τὸ δολερόν τε καὶ υπουλον, η τὸ μετὰ πλείστης σφοδρότη τος· αὐτὴν γάρ μου συνθλάσαι τὴν δύναμιν ἐπεχείρουν. Πλεονάκις ἐπολέμησαν κτλ. Τὸν νῦν μάρτυρα καλεῖ, τὸν μηδέποτε ἡττη θέντα, καὶ διὰ τοῦτο ̓Ισραὴλ ἐπικαλεῖται. -Μακρύνουσι τὴν ἀνομίαν αὑτῶν οἱ ἐχ θροὶ, συνεχεῖς πειρασμοὺς ἐπιπέμποντες, η τοι κατὰ διάνοιαν, διὰ τῶν λογισμῶν, η καὶ ἐκ τῶν εξωθεν, ὡς ἐπὶ τοῦ ̓Ιώβ. - ̓Αντὶ δὲ τοῦ ἐτέκταινον ἠροτρίασαν ἐξέδωκεν ετερος· τουτέστιν [αρατρον] ειχον τὴν ἐπιβου λὴν τὴν ἐμὴν περὶ Κύριον, φησὶν, ὁ νική σας, ἀλλ' ὁ συγκόψας αὐτῶν τοὺς αὐχένας Θεὸς, ἑκατέρου ἑρμηνεύσαντος βροχοὺς, τουτέστιν ἐπιβουλὰς, ας ἐπιδείκνυσιν, ἀρχο μένης τῆς πόλεως, φύεσθαι, ὡς καὶ τῇ ἐκ κλησίᾳ πολλοὶ κατ' ἀρχὰς ἐπετίθεντο βασι λεῖς, αἱρέσεις, δῆμοι. -Παραθαῤῥύνας διὰ τῆς τῶν προλαβόντων διηγήσεως, τοῦτο νῦν καὶ δι' εὐχῆς ἀπεργάζεται, τὴν τοῦ πολέ μου δεικνὺς ὑπόθεσιν αδικόν τε καὶ διὰ φθό νον, οις ἁρμόττει τὸ αἰσχυντήθωσαν, αμα δὲ καὶ διὰ τοῦ χόρτου τῶν δωμάτων, τὴν τῶν ἐναντίων εὐτέλειαν καὶ τὸ εὐκατάπτωτον διά τε τοῦ τόπου καὶ τοῦ φύντος ἐν αὐτῷ· αἱ γὰρ εφοδοι τῶν πολεμίων τοιαῦται, μὴ ῥίζαν εχουσαι, μὴ ὑπόστασιν, ἀλλὰ δοκοῦ σαι πρὸς ὀλίγον ἀνθεῖν. -Ταῦτα τὰ δράγ ματα τῶν ζιζανίων ἐστὶν, καὶ οὐ πληροῖ τὸν νοῦν· οὐ γάρ ἐστιν ἐκ τοῦ πληρώματος, τοῦ τὰ πάντα ἐν πᾶσι πληρωμένου· διόπερ καὶ οἱ αγιοι, ους παράγοντας ειπε τὸν κόσμον τοῦτον, οὐκ εὐλογοῦσι, τὰ δράγματα ταῦτα συνάγοντες. Εστι καὶ δράγματα κακίας καὶ ἀγνωσίας. - Οταν δὲ ἐμφυὴς ψυχὴ καὶ δύναμις τελεία ματαία ῃ καὶ ψευδῆ μαθή ματα, τὰ τοιαῦτα χόρτος ἐστὶ δωμάτων. 129.3-5 ̓Εὰν ἀνομίας παρατηρήσῃς, Κύ ριε, Κύριε, τίς ὑποστήσεται; Οτε παρὰ σοὶ ὁ ἱλασμός ἐστιν, ενεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. ̓Απὸ φυλακῆς κτλ. ̔Ο δὲ τοῦ Κύριε διπλασιασμὸς, θαυμά ζοντός ἐστι τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν ογκον, παρ' ης καὶ τὸν ἱλασμὸν ειναί φησιν, ἀλλ' οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν. Ενεκεν, ὡσεὶ ελεγεν, τῆς γνώσεώς σου ὑ πέμεινά σε, Κύριε, η διὰ τὸ τοῦ Θεοῦ ονο μα ὑπομονὴ κρείττων τῆς δι' αλλο τι. - Ταῦτα τῶν μὴ διὰ χρείαν βιωτικὴν, δι' αὐ τὸ δὲ τὸ σεπτὸν ονομα προσιόντων, ουτω καὶ ἐν ὑπομονῇ τρεχόντων τὸν προκείμενον ἀγῶνα, καὶ κατὰ μηδένα καιρὸν ἀφισταμέ νων Θεοῦ καὶ τῶν ἀρεσκόντων αὐτῷ. - ̓Αντὶ δὲ τοῦ ὀνόματος ̓Ακύλας μὲν καὶ Θεοδοτίων φόβον ἡρμήνευσαν· Σύμμαχος δὲ νόμον. Οὐ γὰρ ἀπαγορεύω, φησὶν, εἰδὼς οτι καθάπερ νόμον εχεις τὸν ελεον, ἀλλὰ ἀ ναμένω τῶν ἀγαθῶν τὴν ὑπόσχεσιν. Ταύτην γὰρ ὁ λόγος δηλοῖ, διότι φιλανθρωπίαν τοῖς μετανοοῦσιν ὑπέσχετο. Τὸ γὰρ τίμιον αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν δέδωκεν αιμα, γενόμενος ἀμνὸς τοῦ Θεοῦ· ουτος γὰρ τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. ̓Ε ποίησε δὲ καὶ λύτρωσιν τῷ λαῷ αὐτοῦ, κα τὰ τὸν Ζαχαρίαν, καὶ κατὰ τὴν ἁγίαν Παρ θένον· ̓Αντελάβετο ̓Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους. ∆εῖ γὰρ ἐν τοῖς σκυθρω ποῖς προσδοκᾶν ἐπὶ Κύριον· οὐ γὰρ μόνον οτε φυλακὴ πρωϊνὴ καὶ λαμπρὰ τὰ παρόν τα, ἀλλὰ καὶ μέχρι τῶν ζοφερῶν περιστά σεων· ἀλλὰ καὶ ἀνατείλοντος τοῦ ἀληθινοῦ φωτός, ὁ θεωρητικὸς νοῦς προσθήκην ἐκ Θεοῦ τῶν φαιδρῶν καὶ τῶν σκυθρωπῶν ἀ παλλαγὴν ἠλπίσατο· παραιτέω γὰρ ὡς ἐν πηγῇ, καὶ παρ' αὐτῷ τῷ ελεος· τὸ αὐτῷ οντι λυτρώσει καὶ τῷ ἱλασμῷ τῷ ἱκανῶς πολλὰς τὰς ἁμαρτίας περικαθαίροντι. 130.π ̓Ωδὴ ἀναβαθμῶν. ̔Υπόθεσις. Παιδεύει διὰ τούτων τὸν ἀ κροατὴν, [μὴ] μετὰ κακῶν ἀπαλλαγὴν ἐπα νελθεῖν εἰς ἀπόνοιαν, καὶ τῶν ἐκ ταύτης πά λιν πειραθῆναι κακῶν, ἑτέρας δεηθέντα ἁ λώσεως, μὴ ἀνεσπακέναι, λέγοντα τὰς ὀ φρῦς τῆς ενδον πληγῆς, τοῦ πάθους κατα τεινούσης μοι τὸν αὐχένα. 130.1 Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις,