128
ἦσαν, οἱ μὲν πλείους, ἢ καὶ πάντες παρά τιναςὁ Ποντοηρακλείας Θεόδωρος οὗτος ἦν, ὁ Εὐχαΐτων Ἀλέξιος, ὁ Βρύσεως Ἰωάννης, καὶ μετ' αὐτῶν ἄλλοι· ὁ γὰρ Μιτυλήνης Γρηγόριος, τὰ πολλὰ τῷ πατριάρχῃ προσέχων, ἐπεὶ τὴν δίκην ἀπηρτημένην ἑώρα οἱ, νόσον σκηψάμενος ἀπῆν, ᾧ δὴ καὶ μετ' ἐμβριθείας ὁ κρατῶν, ἐμὲ ὡς νοτάριον ἀποστέλλων, ἢ ἀπαντᾶν ἢ διδόναι τὴν γνώμην ἐκέλευε, καὶ μόλις 349 τὴν οἰκείαν γνώμην τῷ τε Λαρίσσης Θωμᾷ, τῷ Ναυπάκτου Ἰωάννῃ καὶ τῷ Ἀδριανουπόλεως Γερμανῷ προσανετίθετο, οἱ γοῦν παρὰ τοὺς εἰρημένους ἐκ τοῦ παραχρῆμα καθαίρεσιν τοῦ πατριάρχου κατεψηφίζοντο, πλὴν ὡς φυγο δικοῦντος τὸ πλέον· τὸ γὰρ τοῦ σουλτάν, εἴτε χριστιανὸς εἴη εἴτε καὶ μή, ἐπ' ἀμφιβόλοις ἐτίθουν· ἀποχρῶν δὲ πρὸς καταδίκην τῷ κατηγορουμένῳ τὸ τῆς φυγοδικίας καὶ μόνον ἐνόμιζον ἔγκλημα, ὡς ἐπ' ἐγκλήμασι τῷ φυγοδι κοῦντι συμβαῖνον. Οἱ δὲ καὶ σφίσιν ἀντέβαινον ἱκανῶς, ὡς, εἰ μὲν ὡς κοι νωνήσας ἀλλοσεβέσιν ὁ πατριάρχης εὐθύνοιτο, πρῶτον μέν, ἀλλ' ἄδηλον ὂν εἰ ἀσεβεῖς ἐκεῖνοι, τὸ ἔγκλημα συμβαίνειν ἐξασθενεῖν· εἰ δὲ καὶ ταῖς ἀληθείαις ἔξω τῆς αὐλῆς τοῦ Χριστοῦ ὁ σουλτάν, τὸν μὲν πατριάρχην καὶ οὕτως ἀνεύθυνον εἶναι, τοῦ παντὸς ἐπὶ τῷ μαρτυροῦντι κειμένουὁ δ' ἦν ὁ Πισσιδίας Μακάριος· εἰ δ' οὖν, ἀλλὰ συνευθύνεσθαι καὶ τοὺς ἄλλους τῷ πατριάρχῃ, χριστιανούς γε ὄντας καὶ προσκεκληρωμένους τῷ θείῳ, καθ' ὁνδηποτοῦν εὑρισκομένους βαθμόν, οἷς δὴ καὶ ὠφείλετο ἐξ ἀνάγκης ὑπομιμνῄσκειν τῷ πατριάρχῃ καὶ ἀναστέλλειν τὴν ἐκεῖθεν βεβήλωσιν· τὸ δὲ τούτους παραδραμόντας ἐπὶ μόνῳ τῷ πατριάρχῃ τὴν δίκην ἱστᾶν, μὴ εἶναι τὸ παράπαν δίκαιον, μηδ' ἐπιεικῶς εὔλογον. Ὁ δ' οὖν Πισσιδίας, πρὸς τὸ ἀποβησόμενον ἀφορῶντὸ γὰρ ἔγκλημα μαρτύριον ἦν τοῦ καὶ τοῦτον τῇ καταδίκῃ συνυπάγεσθαι· οὐ γὰρ ἂν δόξαιεν πάντως δικαίως τὸν πατριάρχην καταδικάζειν, εἰ μὴ καὶ αὐτὸν εὐθύνοιεν, ἐφ' ἡσυχίας καθήμενος ἦν. Τόσον δ' ἐκείνοις ἔμελε τούτου ὥστε οὐδὲ τὸ πρῶτον συνεκαλέσαντο μαθεῖν ἐξ ἐκείνου τὰ περὶ τοῦ σουλτάν. Τέως δ' ὅμως οὐκ ἦν αὐτὸν δέχεσθαι τοὺς δι' αὐτὸν ἐπενεγκόντας τὴν τῆς δίκης ψῆφον τῷ πατριάρχῃ· ὃ δὴ καὶ συνέβη, ἐξορισθέντος ἅμα τῷ καθαιρεθῆναι, ἢ μᾶλλον καὶ ἐρήμην ἁλῶναι, κἀκείνου. Ὡς δέ, πολλῶν τότε κατατεινομένων λόγων, τέλος καὶ οὗτοι συνῆλθον τοῖς ἄλλοις ἑκόντες ἄκοντες, κυροῦται ἡ ψῆφος, καὶ ὁ πατριάρχης ἐπὶ καθαιρέσει καταδικάζεται. Λῦσαν δ' αἰψηρὰν 351 ἀγορήν, ποιητικῶς φάναι, τῶν βασιλέων εὐφημηθέντων κατὰ τὸ σύνηθες. Πλὴν καὶ δύο τάττονται τῶν ἱεραρχῶν ἀπελθόντας τὰ παρὰ τῆς συνόδου πραχθέντα σημῆναι τῷ καταδίκῳ.
ζʹ. Ὅπως ἀπελθόντες τρεῖς ἀρχιερεῖς ἐξ ἀποστολῆς τῶν ἄλλων τῷ πατριάρχῃ τὰ τῆς καθαιρέσεως παρεδήλωσαν. Ὀψίας γοῦν δείλης πρὸς ἐκεῖνον ἀπηντηκότες, παρόντος καὶ τοῦ κλήρου παντός, ἐδήλουν τε τὴν ἀπόφασιν καὶ ὡς ἐξελθεῖν ἑτοιμασθείη διεκελεύοντο. Ὁ δέ, πρῶτον μὲν εὐχαριστήσας Θεῷ, ἕτοιμον ἑαυτὸν παρεῖχεν ἀπέρχεσθαι, ὅπῃ καὶ βούλοιντο. Ἔπειτα δὲ καὶ πρὸς τὸν κλῆρον στραφείς· «Τὰ μὲν κατ' ἐμὲ ὅπως συνέβη, παραχωροῦντος Θεοῦ, οἴδατε, τέκνα· δεῖ δ' ὅμως εὐπειθεῖν τῷ θείῳ θελήματι, κἂν ὅπως οἰκονομηθείη τὰ καθ' ἡμᾶς. Ἡμεῖς μὲν οὖν ποιμένες ταχθέντες κρίμασιν οἷς οἶδε τὸ Πνεῦμα τὸ ἅγιον τὸ καλέσαν, εἰ καὶ ἀναξίους, ἡμᾶς, ὅπως κατὰ τὸ δυνατὸν ἡμῖν ἐποιμάναμεν καὶ τὰ καθ' ὑμᾶς διεξήγομεν, οὐ καλῶς μὲν ἴσως, ἱκανῶς δὲ κατὰ τὴν ἡμετέραν δύναμιν, οἴδατε. Τί τὰ δῆλα καὶ λέγω; Ὅμως πολλοὺς μὲν ἴσως καὶ ἐλυπήσαμεν, παρὰ πολλῶν δὲ καὶ ἐλυπήθημεν, συνδιαφέροντες ἀλλήλοις τὰς ἀπεχθείας τὰς παρὰ ἀλλήλων. Τοιαῦτα γὰρ τὰ τῆς ἐκκλησίας σπλάγχνα, ὡς καί, βαρυνομέ νων ἡμῶν ὡς πατέρων, ὑμᾶς ὡς τέκνα ἀνέχεσθαι καί, ἀπεχθανομένων τινῶν, ἡμᾶς αὖθις, ἀλογοῦντας τῆς ἀπεχθείας, ὡς μέλη γνήσια περιέπειν τοὺς ἀπεχθανομένους. Νῦν οὖν καιρὸς ἀλλήλοις ἀφεῖναι τὰ ὀφειλήματα. Καὶ δὴ τὸ μὲν ἀπ' ἐμαυτοῦ ἐκπληρῶ καὶ συγχωρῶ πᾶσι καὶ ὅπῃ τῷ Θεῷ βουλητὸν προθύμως ἀπέρχομαι· ὑμεῖς δὲ ἀλλὰ τὰ τῶν σκευῶν τῆς ἐκκλησίας