οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. ̓Εν μεγάλοις δὲ λέγει, τοῖς ὑπερηφάνοις ἀνδράσιν· καὶ τοὺς τὸ πάθος γὰρ εχοντας εφευγον, τὴν ἐξ αὐτῶν ἐφορώμενος λύμην. -Πρὸς δὲ τὸ μὴ ἐπαρθῆναι, φησὶν, τὴν ἐ ναντίαν ἀρετὴν εἰς ὑπερβολὴν ἐπετήδευον, ην καὶ ὁ σωτὴρ ἐδίδασκε, λέγων· ̓Εὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 130.2 Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ υψω σα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισ μένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώ σεις ἐπὶ τὴν ψυχήν μου. ̓Απογαλακτισθέντα δὲ λέγει παιδία, τὴν θλῖψιν δηλῶν· οὐ γὰρ ἀφίσταται τῆς μη τρὸς, ὀδυνώμενος ἐπὶ τῷ στερηθῆναι τοῦ γά λακτος· ουτως ων ἐν συμφοραῖς κἀγὼ, φη σὶν, ηὐχόμην ἀεὶ τῷ Θεῷ· εἰ δὲ μὴ ουτως ην, δίκην δοίην ἐσχάτην· καὶ αλλως τῇ τοῦ ἀπογεγαλακτισμένου ψυχῇ μισθὸν ἀνταπο δίδωσι Κύριος τῆς ἐπὶ τοσοῦτον ἀναβάσεως· ὁ δὲ τοιοῦτος ἑαυτὸν οὐχ ὑψοῖ, ἀλλ' ἐπὶ τὴν ἑαυτοῦ μητέρα ὑψοῦται, περὶ ης ειρηται· ̔Η δὲ ανω ̔Ιερουσαλὴμ ἐλευθέρα ἐστίν· ητις ἐστὶ μήτηρ πάντων ἡμῶν. Καίπερ βασιλεὺς ἐγὼ, φησὶν ὁ τοσοῦτος, ταπεινὸν ἐμαυτὸν καταστήσας, προσήγαγον τῷ ἱλασμῷ καὶ τῷ λύτρῳ τῆς σωτηρίας· ουτως εἰ ταύτην μετ έλθοι τὴν ὁδὸν ̓Ισραὴλ, λυτρωθήσεται. Τὸ τῆς ὑπερηφανίας πάθος, καρδίας ψεκτὸν υψωμα καὶ ὀφθαλμῶν μετεωρισμὸν ὠνόμα σεν. 131.1 Μνήσθητι, Κύριε, τοῦ ∆αυὶδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. ̓Εκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ῳ γίνεται ... Εἰ δὲ πραότητος μνημονεύει ὁ Κύ ριος, πολλῆς ἀοργησίας χρεία, ινα τις δέξη ται τὸν Θεόν. - Η καὶ ὡς πρᾶος ὁ ∆αυὶδ, κληρονομίαν αἰτεῖ, τὴν τῶν πραέων, γῆν. 131.6 ̓Ιδοὺ ἠκούσαμεν αὐτὴν ἐν ̓Εφραθᾷ, ευρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Περὶ τῆς σοφίας λέγει προφητικῶς, ητις ἐστὶν ὁ Χριστός. - Η καὶ αλλως· απερ ηκουσαν παρὰ τῶν πατέρων, φησὶν, ὡς ἡ τοῦ Θεοῦ σκηνὴ περιείη πανταχοῦ, ἐκ τό που τόπον ἀμείβουσα, ἐν ἀγροῖς τε καὶ πε δίοις, καὶ ἡδράσθη μετὰ ταῦτα, ο δὴ γενέσ θω καὶ νῦν. ̓Εφραθὰ δὲ νῦν λέγει τὴν ̓Ιούδα φυλὴν, εἰς ην μετὰ τὴν πολλὴν εἰσηνέχθη περίοδον. ̓Εν τῇ Γενέσει, ̓Εφραθὰ θυμὸν ορα αὐτήν. ̓Εν ∆ευτερονομίῳ σημαίνεται ὁ σκο πὸς ὁ τέταρτος· ἐν Μιχαίᾳ, γῆ καρποφορου μένη. Παρ' ̔Εβραίοις τὸ ̓Εφραθὰ Μαρία σημαίνει. 131.7 Προσκυνήσωμεν εἰς τὸν τόπον, ου εστησαν οἱ πόδες αὐτοῦ. Λέγει δὲ οτι ἐκεῖ προσκυνοῦμεν, θείας ἐ πιφανείας τὸν ναὸν ἠξιῶσθαι πιστεύοντες· ταύτην γὰρ εχει διάνοιαν τό· Ου εστησαν οἱ πόδες αὐτοῦ. ̓Ασώματον γὰρ καὶ ἀπερίγρα φον τὸ θεῖον· σωματικώτερον δὲ ἡ γραφὴ περὶ αὐτοῦ διαλέγεται, ταῖς ἀνθρωπίναις ἀ κοαῖς μετιοῦσα τοὺς λόγους. Προσκυνοῦμεν τὴν σάρκα τοῦ σωτῆρος [οὐ] διὰ τὴν φύσιν, ἀλλ' ἐπειδὴ ὁ Χριστός ἐστιν ἐν αὐτῇ· καὶ ἡ μὲν σὰρξ προσκυνητὴ διὰ τὸν Θεὸν Λόγον, τὸν ἐν αὐτῇ. -Χριστὸν δὲ ἐνταῦθά φημι τὴν λογικὴν ψυχὴν, τὴν μετὰ τοῦ Θεοῦ Λό γου ἐπιδημήσασαν τῷ βίῳ τῶν ἀνθρώπων· μόνη γὰρ σὰρξ οὐ πέφυκε δέχεσθαι Θεὸν, διότι ὁ Θεὸς ἡμῶν σοφία ἐστίν. ̓Εν δὲ καρ δίᾳ ἀγαθῇ, φησὶν ὁ Σαλομὼν, ἀναπαύσεται σοφία. Οὐδὲν δὲ συνεστώντων ἐκ τῶν τετ τάρων στοιχείων γνώσεώς ἐστι δεκτικόν. Γνωστὸς δὲ ἡμῶν ἐστιν ὁ Θεός. 131.8 ̓Ανάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυ σίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. ̔Η σὰρξ μέν ἐστι κιβωτὸς τοῦ Κυρίου· κιβωτὸς δὲ Θεοῦ ὁ Χριστὸς, ειπερ ὁ Θεὸς ην ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. Καὶ αλλως ἀνάπαυσιν Θεοῦ καλοῦσιν τὴν κατὰ νόμον λατρείαν, οὐχ οτι δεόμενος ην, ἀλλ' οτι τοῖς εὐσεβοῦσιν ἀνανεπαύετο. Τῷ δὲ ναῷ τὴν θείαν χάριν καὶ τὴν ἐπιφάνειαν ἀξιοῦσιν αυθις ἀποδοθῆναι. Μέμνηται δὲ τῆς κιβωτοῦ, ἐπειδὴ ἐν τοῖς ἁγίοις τῶν ἁγίων εκειτο, τὰς πλάκας εχουσα, δι' ου τῷ ἀρ χιερεῖ μηνύματά τινα τῆς θείας ἐπιφανείας ἐγίνετο. 131.9 Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύ νην, καὶ οἱ οσιοί σου ἀγαλλιάσονται. Οὐκέτι φησὶ κατὰ τὸν νόμον στολὰς, ἀλλ' αὐτὴν τὴν δικαιοσύνην· δικαιοσύνη δὲ ὁ Χριστός. Ωσπερ ἐνδύεταί τις δικαιοσύνην, ουτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀ γάπην καὶ μακροθυμίαν καὶ τὰς λοιπὰς ἀ ρετάς. Καὶ τοῦτό ἐστι τὸ ἐν τοῖς εὐαγγε