κ. τ. ἑ. Ὅπλον Χριστοῦ γνῶσις ἀληθὴς, καὶ ὁ κυκλούμενος ὑπ' αὐτῆς οὐ πτοηθήσεται. Ἀπὸ βέλους πετομένου ἡμέρας, κ. τ. ἑ. Ἀκάθαρτόν τινα δύναμιν νῦν βέλος ὠνόμασε. Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρι νοῦ, κ. τ. ἑ. Τὸν μεσημβρινὸν δαίμονά φασιν εἶναι τὸν τῆς ἀκηδίας. Καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, κ. τ. ἑ. Εἰ βούλοιτό τις μὴ περιπεσεῖν μάστιγι, γε νέσθω οἶκος Θεοῦ. Τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου, κ. τ. ἑ. Ὁ ἐν μηδενὶ πταίων, οὗτος διαφυλάσσεται ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου, κ. τ. ἑ. Ὁ ποῦς μὲν τὴν ψυχὴν σημαίνει, ὁ δὲ λίθος τὴν ἁμαρτίαν. Καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, κ. τ. ἑ. Σω τήριον τοῦ Θεοῦ ἐστιν ὁ Χριστός. ΨΑΛΜΟΣ Αʹ. Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ, κ. τ. ἑ. Ψαλτήριόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευμα τικῆς κινούμενος γνώσεως· κιθάρα δέ ἐστι ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινου μένη. Ἀνὴρ ἄφρων οὐ γνώσεται, κ. τ. ἑ. Ἔκγονος ἀφροσύνης κακία, κακίας δὲ ἀγνωσία. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, κ. τ. ἑ. Ἐχθρὸς ἀπολλύμενος γίνεται φίλος· τὴν γὰρ ἔχθραν αὐτοῦ ἠφάνισεν ὁ Θεός. Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι, κ. τ. ἑ. Γῆρας δικαίου γνῶσις ἀληθής· καὶ νεότης αὐτοῦ ἀπάθεια ψυχῆς. 12.1553 Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, κ. τ. ἑ. Οἱ δίκαιοι, φυτευθέντες ἐν τῇ γνώσει τῇ τοῦ Κυρίου, πολλοὺς ἐν τῷ κόσμῳ τούτῳ ἢ ἐν ταῖς ἐκκλησίαις ἐξανθήσουσιν ἀνθρώπους, διὰ τῆς πνευματικῆς δι δασκαλίας καρποφοροῦντες αὐτούς. Καὶ οὐκ ἔστιν ἀδικία παρ' αὐτῷ, κ. τ. ἑ. Ἀδικία οὐκ ἔστι παρὰ Θεῷ, διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπί δεκτον. ΨΑΛΜΟΣ Βʹ. Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, κ. τ. ἑ. Φύσεις λογικὰς ἁγίας ποταμοὺς ὀνομάζει, διὰ τὸ ῥεῖν ἐκ τῆς καρδίας αὐτῶν ποταμοὺς ὕδατος ζῶντος. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, κ. τ. ἑ. Θαυμαστὴ γίνεται ψυχὴ ἀρθεῖσα μετ άρσιος καὶ χωρισθεῖσα τῶν τοῦ βίου τούτου κυ μάτων. ΨΑΛΜΟΣ Γʹ. Ἀπόδος ἀνταπόδοσιν ὑπερηφάνοις, κ. τ. ἑ. Ὑπερηφανία ἐστὶ καταφρόνησις κλήσεως ἀγα θῆς. Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, κ. τ. ἑ. «Ὃν ἀγαπᾷ Κύριος, παιδεύει,» φησὶν ὁ Ἀπόστολος· εἰ δὲ ὃν παιδεύει, μακαρίζει, πᾶς ὁ παιδευόμε νος ὑπ' αὐτοῦ ἀπαθὴς γενήσεται· τοῦτον γὰρ ἀγαπᾷ Κύριος· παιδεία γάρ ἐστι μετριοπάθεια πα θῶν. Τοῦ πραῦναι αὐτὸν ἀφ' ἡμερῶν πονηρῶν, κ. τ. ἑ. Ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει, ἐν αἷς ὁ παιδευόμενος ὑπ' αὐτοῦ, καθαρὸς γενόμενος ἀπὸ παθῶν, ἀπολαύσει τῆς γνώσεως, ἀτά ραχος διαμένων. Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος, κ. τ. ἑ. Βόθρον τὴν γέενναν ὠνόμασεν. Ἕως οὗ δικαιοσύνη ἐπιστρέψει εἰς κρίσιν, κ. τ. ἑ. Ἕως οὗ ὁ Χριστὸς κρινεῖ τὴν οἰκουμένην· αὐτὸς γὰρ «ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιο σύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,» καὶ «τὴν κρίσιν δὲ πᾶσαν αὐτῷ δέδωκεν ὁ Πατήρ.» Τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι, κ. τ. ἑ. Ἐν ταῦθα τὸ ἔλεος τοῦ Χριστοῦ τὴν πρόνοιαν αὐτοῦ ση μαίνει, δι' ἣν ἄνθρωπος βοηθεῖται, ἤτοι ἐγκαταλεί πεται. Ἀλλὰ βοηθεῖται μὲν ἐνεργούσης αὐτῆς ὁ ἄνθρωπος, ἐγκαταλείπεται δὲ ὑποχωρησάσης αὐ τῆς. Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου, κ. τ. ἑ. Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πόνων. Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας; κ. τ. ἑ. Θρόνον ἀνομίας ὠνόμασε τὸν διάβολον, ἐπειδὴ καὶ θρόνος δικαιοσύνης ἐστὶν ὁ Χριστὸς, ὅστις ἀντίκειται τῷ διαβόλῳ. Καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς 12.1556 Κύριος ὁ Θεὸς, κ. τ. ἑ. Ἀφανιεῖ αὐτοὺς κακοὺς ὄν τας, δηλονότι καλοὺς ποιῶν. ΨΑΛΜΟΣ ∆ʹ. Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ. Χεῖρα νῦν τὴν πρόνοιαν λέγει τοῦ Θεοῦ. ∆εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐ τῷ, κ. τ. ἑ. Οὗτος προσπίπτει τῷ Κυρίῳ ὁ τὴν ἔπαρ σιν ὑπερηφανίας ἀπολιπών. Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, κ. τ. ἑ. Τὸ σήμερον τὸν βίον τοῦτον σημαίνει· «Ἰη σοῦς γὰρ, φησὶ, Χριστὸς χθὲς καὶ σήμερον καὶ εἰς τοὺς αἰῶνας·» καὶ πάλιν· «Ἄχρις οὗ τὸ σήμερον καλεῖται.» Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, κ. τ. ἑ. Ὁδοί εἰσι τοῦ Κυρίου αἱ πρακτικαὶ ἀρεταὶ αἱ ἀπά γουσαι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, κ. τ.