1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

128

αὐτοὶ τούτων ἑαυτοῖς ἐγένοντο πρόξενοι, καὶ τῆς ἀτιμίας αἰτία ἡ ἀδικία. Τούτοις δὲ, φησὶ, χρή σονται τοῖς λογισμοῖς εἰς τὴν οἰκείαν ἐπανελθόντες γῆν, καὶ τῶν χαλεπῶν τούτων τῶν πολεμίων ἀπαλ λαγέντες· τότε γὰρ, "Καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν." Ἀντὶ τοῦ· ∆ήλης μου τῆς δυ νάμεως γενομένης, τὴν παρὰ πάντων δέξομαι προσ κύνησιν, διὰ τῆς περὶ τούτους ὑπ' ἐμοῦ γενομένης προνοίας. κηʹ. Καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι. ∆ιὰ γὰρ τῆς ἐμῆς προμηθείας καὶ τῆς τῶν Βαβυλωνίων ἀπαλλαγήσονται δεσποτείας, καὶ τῶν Σκυθικῶν ἐθνῶν τὸν ὄλεθρον ὄψονται. "Καὶ συνάξω αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν, καὶ οὐ καταλείψω οὐκέτι ἀπ' αὐτῶν ἐκεῖ." Καὶ τοῦτο, ὅσον ἧκεν εἰς τὴν θείαν κηδεμονίαν, γεγένηται· οἱ δὲ τοῖς θείοις νό μοις ἀντιτείνειν εἰωθότες, ἐπανελθεῖν οὐκ ἠθέλησαν, ἀλλ' οἱ πλείους τῆς πατρῴας γῆς τὴν ξένην προείλοντο. κθʹ. Καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, ἀνθ' ὧν ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος. Καὶ τοῦτο δὲ ἕπεται τῶν ἀνθρώπων τῇ γνώμῃ. Ἐφ' ἡμῖν γάρ ἐστι τὸ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπι θεῖναι τὸ πέρας· οὕτω καὶ ἡμῖν ὑπέσχετο τῶν οὐρα νῶν τὴν βασιλείαν ὁ ∆εσπότης, ἀλλ' οὐ τευξόμεθα ταύτης ἀναξίως πολιτευόμενοι· σπουδάζοντες δὲ, καὶ σὺν προθυμίᾳ πάσῃ τοὺς θείους νόμους φυλάττον τες, ἀπολαυσόμεθα πάντως τῶν ἐπηγγελμένων ἀγα θῶν. Οὕτω καὶ τοῖς Ἰουδαίοις ὑπέσχετο μὴ ἀποστρέ ψειν ἀπ' αὐτῶν τὸ πρόσωπον, δηλονότι πειθομένων αὐτῷ καὶ πιστευόντων, καὶ τοὺς θείους φυλασσόντων νόμους. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μάρτυς ἡ ἱστορία· ἐξαγαγὼν γὰρ ἐξ Αἰγύπτου τὸν λαὸν, εἰς τὴν ἐπηγγελ μένην αὐτοὺς ἄξειν ὑπέσχετο γῆν· ἐπειδὴ δὲ τοῖς θείοις δόγμασιν ἀντιτείνοντες, ἀσεβείᾳ συζῶντες διετέλεσαν, πάντας αὐτοὺς ἐν τῇ ἐρήμῳ θανάτῳ παρέδωκε, δύο μόνοις ἐξ ἁπάντων τῶν δεξαμένων τὰς ὑποσχέσεις, πληρώσας τὰς ὑποσχέσεις. Καὶ ἐνταῦθα τοίνυν οἱ μὲν πεπιστευκότες, καὶ τὸ σωτήριον δεξάμενοι κήρυγμα, βεβαίαν ἔχουσι τὴν ὑπόσχεσιν· οὐ γὰρ ἀπέστρεψε 81.1217 τὸ πρόσωπον αὑτοῦ ἀπ' αὐτῶν· οἱ δὲ τἀναντία δρῶν τες τῷ θείῳ βουλήματι, πόῤῥω που τῆς θείας ἐπ οψίας τυγχάνουσιν, οὐδεμιᾶς ἀπολαύοντες προμηθείας, ἀλλὰ, "πορευόμενοι, κατὰ τὸν προφήτην Ἡσαΐαν, τῷ φωτὶ τοῦ πυρὸς αὑτῶν, καὶ τῇ φλογὶ ᾗ ἐξέκαυσαν." καὶ πορεύσονται, κατὰ τὸν θεῖον ∆αβὶδ, "ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν." Ταῦτα μὲν οὕτω νοεῖν ὑπὸ τῆς θείας Γραφῆς ἐδιδάχθημεν. Ἐγὼ δὲ θαυμάζω οὐ μόνον Ἰουδαίων τὴν ἄνοιαν, ἀλλὰ καί τινων, τὸ μὲν Χριστιανικὸν ὄνομα περικειμένων, τοῖς Ἰουδαϊ κοῖς δὲ μύθοις προσεχόντων· καὶ τοῦ Γὼγ καὶ Μαγὼγ τὴν ἐπανάστασιν οὐ γεγενῆσθαι λεγόντων, ἀλλ' ἔσε σθαι προσδοκώντων. Οὓς ἔδει συνιδεῖν, πρῶτον μὲν, ὅτι τῇ ἐκ Βαβυλῶνος ἀνακλήσει ἡ τούτου προφητεία συνέζευκται· ἔπειτα, ὅτι διὰ τούτων ἔφη μαθήσε σθαι τὰ ἔθνη τοῦ Θεοῦ τὴν δύναμιν. Ποίας γὰρ, εἰπά τωσαν, δεῖται νῦν τὰ ἔθνη διδασκαλίας εἰς διάγνωσιν τῆς θείας δυνάμεως, οἳ πιστεύειν μὲν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἐδιδάχθησαν, δοξολογεῖν δὲ καὶ προσκυνεῖν τὴν θείαν ἔμαθον φύσιν, τῆς δὲ τῶν εἰδώλων ἀπηλλάγησαν πλά νης; Ποίαν δὲ τοιαύτην διδασκαλίαν ἡ τοῦ Γὼγ ἀναίρεσις προσενεγκεῖν ἠδύνατο, οἵαν τῶν ἱερῶν ἀποστόλων περιέχει τὸ κήρυγμα; Τοῦτο μὲν γὰρ τὰ περὶ Τριάδος καὶ μονάδος ἅπαντας ἀνθρώπους δι δάσκει, καὶ ὅτι ἐν τῇ μιᾷ φύσει τὰς τρεῖς ἰδιότητας θεωροῦμεν· καὶ πρὸς τούτοις νεκρῶν ἀνάστασιν, καὶ κρίσιν, καὶ ἀντίδοσιν ἀγαθῶν καὶ τῶν ἐναντίων, οὐρανῶν βασιλείαν, τὴν ἐν γεέννῃ τιμωρίαν, τῆς ἀρετῆς τὰ μαθήματα, τὰ τῆς φιλοσοφίας διδάγματα, καὶ τὰ ἄλλα, ὅσα τό τε θεῖον Εὐαγγέλιον περιέχει, καὶ τὰ ἱερὰ τῶν ἀποστόλων συγγράμματα. Ἡ δὲ τοῦ Γὼγ ἀναίρεσις μόνον ἐδίδαξε τὰ ἔθνη, ὅτι μεγί στην ἔχει δύναμιν ὁ Ἰουδαίων Θεὸς, καὶ ὅτι οὐ διὰ τὴν αὐτοῦ ἀσθένειαν ὑπὸ Βαβυλωνίοις ἐγένοντο, ἀλλὰ διὰ τὴν οἰκείαν παρανομίαν. Εἰ τοίνυν μηδέπω τὰ κατὰ τὸν Γὼγ ἐγένετο, ἀλλ' ἐπ' ἐσχάτων τῶν ἡμερῶν γενή σεται,