1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

129

καὶ ὅσα ἐν πέπλοις τιμίοις καὶ λειψάνοις ἁγίων καὶ βίβλοις ἀπελθόντες καὶ καθ' ἓν ἰδόντες καὶ ἀναψηλαφήσαντες παραδέξασθε, μὴ καί τις καὶ ἱεροσυλίας ἡμᾶς γράψηται. Καὶ τὸ λοιπὸν χαίρετε ἐν Κυρίῳ, τέκνα, καὶ σῴζεσθε. Ἡμῖν δὲ ὁ ἐπενδύτης καὶ τὸ πυξίον καὶ τρία τῶν νομισμάτων, ἃ δὴ καὶ τῷ πατριαρχείῳ προσβαίνοντες εἴχομεν κατὰ κανόνα τῶν μοναχῶν, καὶ ταῦτα ἰδίοις κόποις τοῖς ἐκ μεταγραφῆς ψαλτῆρος κτηθέντα, πάλιν λαβόντες ἔξιμεν.» 353 Ταῦτα καὶ τοιαῦθ' ἕτερα πρὸς τὸν κλῆρον εἰπών, ὥστε καὶ ἐκ τοῦ σχεδὸν ἀπελθεῖν τινας ἐπὶ τῇ τῶν ἁγίων παραλήψει, ὧν καὶ αὐτὸς ἦν, στραφεὶς πρὸς τοὺς πεμφθέντας· «Ἀδελφοί, εἶπεν, ἰδοὺ ἡτοιμάσθην καὶ οὐ ταραχθή σομαι, κἂν ὅ τι καὶ ἐπ' ἐμοὶ βούλοισθε. Τὸ οὖν ὑμέτερον, ὥς φατε, κατεπρά χθη. Πραττέτω καὶ τὸ λεῖπον ὁ βασιλεὺς καὶ ὅπου ἰτέον ἡμῖν ἐξ αὐτῆς κελευέτω, ἢ μᾶλλον πεμπέτω καὶ τοὺς ἀπάξοντας· οὐδὲ γὰρ ἐρίσομεν τὸ παράπαν, κἂν ξίφος προσετοιμάζοι κἂν θάνατον.» Ταῦτ' εἰπών, ἀπέπεμπε μετ' εἰρήνης πάντας, αὐτὸς δὲ τοῖς ὅλοις ἐξαμελήσας ἐκάθητο, τὸ ἀπὸ τοῦ κρατοῦντος ἀναμένων πρόσταγμα.

ηʹ. Ὅπως πέμψας ὁ βασιλεὺς ἐξάγει τοῦ πατριαρχείου τὸν πατριάρχην καὶ τὰ τότε συμβάντα. Νὺξ ἦν, περί που τὰ τελευταῖα πυαντιῶνος, ὅτε καὶ πρὸς τὸ αἰθριώτερον καθίσταται ὁ ἀήρ, τῶν ἀπὸ τοῦ χειμῶνος ἀπαλλαγεὶς δυσχερῶν, τὸ πολὺ τῆς νοτίδος ἀποβαλών. Καὶ δὴ πρώτην φυλακὴν τῆς νυκτὸς ἐκείνης οἱ τοῦ βασιλέως πέμπονται, ἐφ' ᾧπερ, τὸν καταδικασθέντα καταγαγόντας, ἀπαγα γεῖν ὅπου καὶ προσετάχθησαν. Ὡς γοῦν αὐτίκα κατήγετο, ἐπιβὰς τοῦ μεγί στου ναοῦ, στὰς πρὸς ταῖς μεγίσταις πύλαις, ἀφωσίου τῷ δεσπότῃ Χριστῷ τὰ εὐχαριστήρια, προσκυνῶν τε καὶ συνταττόμενος. Ὡς δ' ἔμελλε διὰ τῆς κατ' ἀνατολὰς πύλης ἐξέρχεσθαι, ἐφ' ᾧ καταλαβεῖν τὸ ἐν τῇ Βαρβάρᾳ κελλύδριον τοῦ θαυματουργοῦ Νικολάου, ὃ δὴ καὶ συνίστατο τότε πρὸς τῇ θαλάσσῃ καὶ ὡς μετόχιον τῇ Ὀξείᾳ ἡρμόζετοἐκεῖ γὰρ προχείρως κατε δικάζετο ἀπελθεῖν, καὶ τοῦτο κατ' οἰκονομίαν, οἶμαι, Θεοῦ, ὅτι καὶ τὸ ῥάκος ἐκεῖνος ἐν τῇ Ὀξείᾳ πρώτως ὑπέδυ, τὸν μοναχὸν μεταμφιεννύ μενος, ὡς τοίνυν πρὸς τῇ ἐξόδῳ τῆς ἐκκλησίας ἦν, αἰθρίας ἐς τότε οὔσης κατ' οὐρανόν, ἐξαίφνης νέφος σκοτόεν ἐπλήρου τὸ πᾶν, καὶ ῥαγδαῖος συνάμα χαλάζῃ κατεφέρετο ὑετός, χρῆμά τε ἐξαίσιον ἀστραπῶν τὸν ἀέρα πυρεκβο λοῦν ἐξέκαιε καὶ κτύποι βροντῶν συνεχεῖς τὰ τῶν ἀκουόντων συνετάρασσον ὦτα. Κἀκεῖνος ἐν τόσοις δεινοῖς τοῖς ἀπάγουσιν εἵλκετο, ἕως καὶ ἐς τὴν μονὴν κατηντήκεσαν. Ἐκεῖσε διαγαγόντος τὴν ἡμέραν, τῇ ἐπιγενομένῃ νυκτὶ 355 νηῒ ἁλιάδι ἐνθέμενοι, περιώριζον ἀνὰ τὴν Προικόνησον, τῷ ἐκεῖσε μονυδρίῳ τῷ ἄνω τῆς ἐγχωρίως λεγομένης Σούδας κειμένῳ ἐγκατακλείσαντες, τάξαντες καὶ ὀπτῆρας ἐκ τῶν βασιλικῶν, ὡς μὴ θεῷτο τοῖς βουλομένοις.

θʹ. Ὅπως οἱ τῆς ἀνατολῆς πατριάρχαι, ὅ τε Ἀλεξανδρείας καὶ ὁ Ἀντιοχείας, περὶ τὴν καθαίρεσιν τοῦ πατριάρχου διετέθησαν. Οὕτω μὲν οὖν τὰ κατ' ἐκεῖνον διαταξάμενοι, ἐπεὶ καὶ τοὺς πατριάρχας ἐπ' ἐκείνῳ γνωμοδοτεῖν τῶν ἀναγκαίων ἐνόμιζον, ἀξιουμένων ἐκείνων, ὁ μὲν Ἀντιοχείας Εὐθύμιος, ὡρμημένος καὶ πάλαι εἰς τὴν κατ' ἐκείνου ἀπέ χθειαν, ὡς μὴ παρ' ἐκείνου εἰς κοινωνίαν δεχόμενος, αἰτίαν φέρων, εἰ ἀληθῆ ἄδηλον ὄν, ὅμως δὲ φέρων ἐκ φήμης ὡς συγκοινωνοίη κατά τι τοῖς Ἀρμενίοις, τότε διὰ ταῦτα καὶ προσαπεδέχετο τὸ ἐκποδὼν ἐκεῖνον γενέσθαι καὶ συνῄνει γνωμοδοτῶν, ὁ δ' Ἀλεξανδρείας Νικόλαος τοσούτου συναινεῖν ἐδέησεν ὥστε καὶ καθάπαξ τῶν καταψηφισαμένων ἐσχίζετο καὶ ἔμεινεν ἕως τέλους ἐν τούτῳ, μηδὲν μεταλλάξας τῶν ἐγνωσμένων.

ιʹ. Ὅπως ἤθελεν ὁ πατριάρχης, ἐπὶ τῆς τιμῆς ὤν, ἀνακαλεῖσθαι ὡς ἀρχιερέα τὸν Σάρδεων. Τῶν δ' ἀρχιερέων, πλὴν τῶν προτέρων ἐκείνων, Μανουήλ τε τοῦ Θεσσα λονίκης καὶ τοῦ Σάρδεων Ἀνδρονίκου, οὐδεὶς ἄλλος ἦν ὁ σχιζόμενος. Τὸν δ' Ἀνδρόνικον, ὡς καὶ κατὰ μοναχοὺς ἀποκαρείη, φθάσαντες εἴπομεν· ὃν καὶ ἐπὶ τῆς