Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
ἐπανέστρεψα εἰς τὴν Πάτραν, θεοῦ καὶ μόνον βοηθείᾳ ἀλύξαμεν τὸ τῆς θαλάσσης κακόν, ὅπερ καθ' ὁδὸν ἡμᾶς εὗρε. 9. Τῷ δὲ Ἰουνίῳ τοῦ αὐτοῦ ἔτους παρέλαβεν ὁ ἀμηρᾶς τὴν Ἀθη-νῶν πόλιν. 10. Καὶ τῷ Ἰουλίου ἀπελθόντος τοῦ ἀμηρᾶ εἰς Ἄλβαν καὶ σχεδὸν ἁλώσας τὸ πλέον μέρος αὐτῆς, τέλει κακῶς ἐδιώχθη παρὰ τῶν ἐλθόντων εἰς βοήθειαν τοῦ Ἰάγκου δηλονότι καὶ Καπιστριανοῦ καὶ ἑτέρων ἐξοχω τάτων ἀνδρῶν· ὃς ἡττηθεὶς φεύγων ᾤχετο καὶ ὁ χρήσιμος ἐκεῖνος μπεηλέρμπεϊς ἀπέθανεν.
XV. Καὶ τῷ #22ξε-ῳ ἔτει ὁ τοῦ τῆς Οὐγκρίας στρατοπέδου ἄρχων καὶ κυβερνήτης Ἰάγκος ἐτελεύτησεν, ἀλλὰ δὴ καὶ ὁ Καπιστριανός, ἔτι δὲ καὶ ὁ τῆς Σερβίας ἄρχων καὶ δεσπότης Γεώργιος ὁ Βοῦλκος ἐτελεύ τησε. Καὶ Μαΐῳ βʹ τοῦ αὐτοῦ ἔτους καὶ ἡ βασίλισσα ἡ γυνὴ αὐτοῦ ἀπέ θανεν· ἐν ᾗ σχεδὸν ἡμέρᾳ καὶ ὥρᾳ διέβη πρὸς τὸν ἀμηρᾶν ἡ θυγάτηρ 526 αὐτῆς ἡ ἀμήρισσα μετὰ τοῦ τυφλοῦ τοῦ πρώτου αὐτῆς ἀδελφοῦ καὶ τοῦ θείου αὐτῆς Θωμᾶ τοῦ Καντακουζηνοῦ, ἄρασα μεθ' ἑαυτῆς ἅπαντα τὸν βίον, ἤτοι περιουσίαν καὶ ὕπαρξιν κινητήν, φοβούμενοι διὰ τὸν βίον τῆς μητρὸς τὸν ἀδελφὸν καὶ τὴν νύμφην αὐτῶν. 2. Καὶ τῷ αὐτῷ ἔτει #22ξ-ῳ μηνὶ Νοεμβρίῳ ἀπέθανε καὶ αὐτὸς ὁ δεσπότης Λάζαρος· καὶ ὁ ἀμηρᾶς 20Μεεμέτησ τὸν αὐτοῦ μπεηλάρμπεϊν ἀπέστειλεν, ἵνα, εἰ δυνατὸν ἦν, μετ' εἰρήνης τὸ Σμεντόροβον καὶ πᾶσαν δὴ τὴν Σερβίαν μετ' εἰρήνης λάβῃ καὶ ἄλλον ἀντ' αὐτῶν <τόπον> δώσῃ τῇ γυναικὶ καὶ τοῖς τέκνοις αὐτοῦ δὴ τοῦ Λαζάρου, ὅπερ καὶ οὐ κατώρ θωσε τότε, εἰ μὴ μόνον τὸ Περιστέριν παρέλαβε προδοσίᾳ, κατὰ δέ τινα καιρὸν καὶ τὸ Σμεντόροβον καὶ τὸν ἄλλον τόπον καὶ τῇ βασιλίσσῃ ἔδω κε τάχα τινὰ κάστρη, ἅπερ ὁ ἀμηρᾶς ἐν τῇ Μποσθείᾳ κέκτητο. 3. Μαΐῳ δὲ ιε-ῃ τοῦ αὐτοῦ ἔτους ὁ ἀμηρᾶς παραγέγονεν εἰς τὴν Πελοπόννησον καὶ τὴν Κόρινθον καταλείψας στρατῷ περιεκύκλωσεν αὐ τὴν πολιορκῶν· αὐτὸς δὲ ἐλθὼν ἐν τῷ μέσῳ τοῦ τόπου καὶ πάντα τὰ ἐκεῖ σε, τὰ μὲν ᾐχμαλώτευσε, τὰ δὲ ἠφάνισε καὶ ἐνέπρησεν, ἐξαιρέτως δὲ τὴν Ἄκωβαν, τὸν Ἀετὸν καὶ τὰ Πενταχωρία. Κἀκεῖθεν ἐξελθὼν κατὰ τοῦ Μοχλίου ἐπέδραμεν, ὃ δὴ καὶ ὁ τότε ἐκεῖσε ἠγεμονεύων, ὀλίγον ἀντι σταθείς, εἶτα ἔδωκεν αὐτὸ μετ' εἰρήνης τῷ ἀμηρᾷ ὁ καλοκᾳγαθὸς Ἀσά νης ∆ημήτριος. 4. Καὶ τῷ Ἰουλίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους κἀκεῖθεν πάλιν ἐπιστρέψας ὁ ἀμηρᾶς εἰς Κόρινθον ἔπεσεν, ἣν δὴ καὶ δεδώκασιν αὐτῷ οἱ γενναῖοι ἄρχοντες ἄνευ ἀντιλογίας τινός, ὁ Ἀσάνης Ματθαῖος λέγω, 20ὁ γυναι καδελφὸς τοῦ δεσπότου κὺρ ∆ημητρίου, υἱὸς δὲ Παύ λου τοῦ Ἀσάνη, τὸ παλαιὸν καὶ νέον κακόν, καὶ ὁ Λουκάνης Νικηφόρος. Ὃ γέγονεν ἐν μηνὶ Αὐγούστῳ τῇ -ῃ. Ὧν ὁ μὲνεἷς ἡγεμόνευεν ἐν αὐτῇ, ὃς οὐδὲν ὤφελεν, ὁ δὲ Ἀσάνης ἦν ἀπεσταλ μένος σπουδῇ παρὰ τοῦ δεσπότου ἐν αὐτῇ, ὅπως χρηστοτέρως φυλάξῃ τὴν πόλιν· κἀκεῖνος δὲ συντομωτέρως παρέδωκεν αὐτήν. Οὐκ οἴδασιν, εἰ καὶ τὴν Κόρινθον ἔδωσαν, δῆλόν ἐστι κατὰ τὰ πράγματα, ὅτι ὥσπερ κεφαλὴ ἐν τῷ σώματι, τοιουτοτρόπως καὶ ἐν τῇ Πελοποννήσῳ ἥδε ἡ πόλις εἶχε. 5. Τάχα καὶ ὁρκωμοτικὰ εἰρήνης πεποιήκασι μετὰ καταστάσεως, ὅτι καὶ ὁ δεσπότης ὁ κὺρ Θωμᾶς τὴν Πάτραν δώσῃ μετὰ καὶ τῆς πε ριοχῆς αὐτῶν, ἔτι δὲ καὶ τὰ Καλάβρυτα καὶ ἁπλῶς πάντα, ὅσα ὁ μακα 528 ρίτης ὁ βασιλεὺς κὺρ Κωνσταντῖνος δεσπότης ὢν ἐν τῇ Πελοποννήσῳ εἶχεν. Ἅπερ δὴ ὡς ἤκουσεν ὁ δεσπότης κὺρ Θωμᾶς, ὁ αὐθέντης καὶ κύριος αὐτῶν, ἐν τῇ Μαντινείᾳ διαβιβάζων πανοικί, ἐλθὼν εἰς τὰ περὶ τῆς Τρύπης βουνά, ἔνθα δὴ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἦν καὶ οἱ ῥηθέντες καταστάται τῶν τοιούτων ἀξιεπαίνων ἔργων ἦλθον, καὶ ἄνευ συμβουλῆς ἢ ἀντιῤῥήσεως μὴ ποιήσας ἀναβολὴν οὐδεμίαν, ἀπέστειλε τὸν αὐτοῦ μέ γαν πριμικήριον τὸν Λάζαρον καὶ πάντα τὰ ῥηθέντα ἄστεα τῷ ἀμηρᾷ πα ρέδωκεν ὡς λάχανα κήπου. Τῇ δ' αὐτῇ σχεδὸν ἡμέρᾳ, ἐπεὶ ὁ ἀμηρᾶς ἦν ἀναγκαζόμενος ἐξελθεῖν τῆς Πελοποννήσου διά τινα αἰτίαν, καταλείψας Ἀμάρην, τὸν τοῦ Τουραχάνη υἱόν, ἵνα αὐτὰ λάβῃ ἀντὶ τοῦ ἀμηρᾶ, ὁ δ' ἐκεῖθεν διέβη.