129
15. Οἱ κατ᾿ ἔλλειψιν ἀρετῆς πολεμοῦντες δαίμονές εἰσιν, οἱ πορνείαν καί μέθην, φυλαργυρίαν τε καί φθόνον, καί τοιαῦτα διδάσκοντες· οἱ δέ καθ᾿ ὑπερβολήν πολεμοῦντές εἰσιν, οἱ τήν οἴησιν καί τήν κενοδοξίαν καί τήν ὑπερηφάνειαν, καί τά τοιαῦτα διδάσκοντες· καί διά τῶν δεξιῶν τοῖς ἀριστεροῖς ἐπικεκρυμμένως ἐμπείροντες.
16. Ἀρετῆς ὅρος ἐστίν, ἡ τῆς ἀνθρωπίνης ἀσθενείας κατ᾿ ἐπίγνωσιν πρός τήν θείαν δύναμιν ἕνωσις. Ὁ τοίνυν ἑαυτόν τῇ ἀσθενείᾳ περιγράφων τῆς φύσεως, πρός τόν ὅρον οὐκ ἦλθε (14Γ_136> τῆς ἀρετῆς· διά τοῦτο πλημμελεῖ, μήπω λαβών τήν τό ἀσθενές ἰσχυούσαν δύναμιν· ὁ δέ τῆς θείας δυνάμεως τήν οἰκείαν ἀσθένειαν ὡς ἰσχύν αὐθαδῶς ἀντιπροβαλλόμενος, τόν ὅρον παρῆλθε τῆς ἀρετῆς· καί διά τοῦτο πλημμελῶν, ὡς τοῦ κατόπιν ὑπερφεροῦς παρ᾿ ἑαυτοῦ γενομένου, οὐκ ἐπιγινώσκει. Ἀρετήν γάρ εἶναι νομίζει τό πλημμέλημα. Συγγνωστός οὖν μᾶλλον, ὅ τῇ κατά τήν φύσιν ἀσθενείᾳ ἑαυτόν περιγράψας, παθών μᾶλλον ἐκ ῥᾳθυμίας τῆς ἀρετῆς τήν ἔκπτωσιν, ἤ ὁ τήν οἰκείαν ἀσθένειαν ὡς ἰσχύν πρός τήν τῶν καθηκόντων ποίησιν ἀντιπαραβαλλόμενος τῆς θείας δυνάμεως, δράσας μᾶλλον ἐξ αὐθαδίας τήν ἔκπτωσιν.
ΝΖ (57). ΠΕΡΙ ΤΟΥ "ΠΟΛΥ ΙΣΧΥΕΙ ΕΥΧΗ ∆ΙΚΑΙΟΥ ΕΝΕΡΓΟΥΜΕΝΗ". (14Γ_138> 57. ΕΡΩΤΗΣΙΣ ΝΖ' Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. Τί ἐστι τὸ ἐνεργουμένη; Ἀπόκρισις. Κατὰ δύο τρόπους ἐνεργουμένην οἶδα τοῦ δικαίου τὴν δέησιν· καθ᾽ ἕνα μέν,
ὁπόταν μετὰ τῶν κατ᾽ ἐντολὴν ἔργων τῷ Θεῷ τὴν ταύτης ποιεῖται προσαγωγὴν τῆς δεήσεως ὁ εὐχόμενος καὶ μή, μόνον ἐν ψιλῷ λόγῳ καὶ διακένῳ φωνῆς ἤχῳ τῆς γλώττης ἐκπίπτουσαν, ἀργὴν κεῖσθαι τὴν δέησιν καὶ ἀνυπόστατον, ἀλλ᾽ ἐνεργὸν καὶ ζῶσαν, τοῖς τρόποις τῶν ἐντολῶν ψυχουμένηνεὐχῆς γὰρ καὶ δεήσεως ὑπόστασις ἡ διὰ τῶν ἀρετῶν ὑπάρχει προδήλως ἐκπλήρωσις, καθ᾽ ἣν ἰσχυρὰν καὶ πάντα δυναμένην ὁ δίκαιος ἔχει τὴν δέησιν, ἐνεργουμένην ταῖς ἐντολαῖς· καθ᾽ ἕτερον δὲ τρόπον, ὁπόταν ὁ τῆς εὐχῆς τοῦ δικαίου δεόμενος τὰ ἔργα τῆς εὐχῆς διαπράττεται, τόν τε πρότερον διορθούμενος βίον καὶ τὴν δέησιν ἰσχυρὰν τοῦ δικαίου ποιούμενος, διὰ τῆς οἰκείας καλῆς ἀναστροφῆς δυναμουμένην.
Οὐ γὰρ ὄφελος τῆς τοῦ δικαίου δεήσεως, τοῦ ταύτης χρῄζοντος πλέον τῶν ἀρετῶν ἡδομένου τοῖς πλημμελήμασιν, ἐπεὶ καὶ ὁ μέγας ποτὲ Σαμουὴλ ἐπένθει πλημμελοῦντα τὸν Σαούλ, ἀλλ᾽ οὐκ ἴσχυσε τὸν Θεὸν ἱλεώσασθαι, μὴ λαβὼν συλλήπτορα τοῦ πένθους τὴν καθήκουσαν τοῦ πλημμελοῦντος διόρθωσιν. ∆ιὸ τοῦ ἀνονήτου πένθους ὁ Θεὸς καταπαύων τὸν (14Γ_140> ἑαυτοῦ θεράποντά φησι πρὸς αὐτόν· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, καὶ ἐγὼ ἐξουδένωκα αὐτὸν τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ;
Καὶ πάλιν Ἱερεμίας ὁ συμπαθέστατος ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων, περὶ τὴν πλάνην μανέντος τῶν δαιμονίων, οὐκ εἰσακούεται προσευχόμενος, οὐκ ἔχων εἰς προσευχῆς δύναμιν τὴν ἀπὸ τῆς πλάνης τῶν ἀθέων Ἰουδαίων ἐπιστροφήν. Ὅθεν τοῦ διακενῆς προσεύχεσθαι καὶ τοῦτον ἀπάγων ὁ Θεός φησι· καὶ σύ, μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτούς, καὶ μὴ εὔχου καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἔτι, ὅτι οὐκ εἰσακούσομαι.
Πολλῆς γὰρ ὄντως ἐστὶν ἀβελτερίας, ἵνα μὴ λέγω παραφροσύνης, δι᾽ εὐχῆς δικαίων ἐπιζητεῖν σωτηρίαν τὸν κατὰ διάθεσιν τοῖς ὀλεθρίοις ἡδόμενον κἀκείνων αἰτεῖσθαι συγχώρησιν, οἷς ἐγκαυχᾶται κατ᾽ ἐνέργειαν προθέσει σπιλούμενος, δέον μὴ ἀργὴν ἐᾶν γίνεσθαι καὶ ἀκίνητον τοῦ δικαίου τὴν δέησιν τὸν ταύτης δεόμενον, εἴπερ