ἑ. Κατάπαυσις Κυρίου, γνῶσις αὐτοῦ· ὁ δὲ εἰσελθὼν εἰς αὐτὴν ἀνα παύσεται ἐπ' αὐτῆς. ΨΑΛΜΟΣ Εʹ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, κ. τ. ἑ. Ὁ παλαιὸς ἄνθρωπος, ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, οὐ δύναται ᾆσαι ᾆσμα καινόν· τοῦ γὰρ καινοῦ ἀνθρώπου ἐστὶ τὸ ᾆσμα τὸ καινὸν τοῦ γενο μένου κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεοὺς, κ. τ. ἑ. Εἰ φοβερός ἐστιν ὁ Κύριος ἐπὶ πάντας τοὺς θεοὺς, πάντες οἱ θεοὶ φοβοῦνται τὸν Κύριον. Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, κ. τ. ἑ. Εἴπατε τοῖς ἀδίκοις, ὅτι δικαιοσύνη ἐβασί λευσε· καὶ τοῖς ἄφροσιν, ὅτι κυριεύει φρόνησις· καὶ τοῖς ψεύσταις, ὅτι δεσπόζει ἡ ἀλήθεια· καὶ τοῖς ἀγνοοῦσιν, ὅτι κεκράτηκεν ἡ γνῶσις. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, κ. τ. ἑ. Τουτέστιν, οἱ κατοικοῦντες ἐν τοῖς οὐρανοῖς. Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ, κ. τ. ἑ. Ποῖα ἀγαλλιάσονται ξύλα; λεγέτωσαν οἱ τὴν ἀλληγορίαν παραιτούμενοι. ΨΑΛΜΟΣ ʹ. Εὐφρανθήτωσαν νῆσοι πολλαὶ, κ. τ. ἑ. Νῆσός ἐστι νοῦς ἀκλινὴς, ὑπὸ τῶν τοῦ βίου τούτου κυμάτων περικτυπούμενος. Καὶ πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, κ. τ. ἑ. Τὸ πῦρ τοῦτο καίει ξύλα, χόρτον, καλάμην, του τέστι τὰς ἕξεις τὰς μοχθηράς. Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρὰ, κ. τ. ἑ. Τουτέστιν, οἱ ἀγαπῶντες τὴν γνῶσιν, μισεῖτε πο νηρά. Καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, κ. τ. ἑ. Ἐξομολογεῖσθε, μνημονεύοντες τῆς ἁγιωσύνης αὐτοῦ. ΨΑΛΜΟΣ Ζʹ. Ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιο 12.1557 σύνην αὐτοῦ, κ. τ. ἑ. «∆ικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν.» Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ. Εἰ τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου ποταμοὶ λέγον ται κατὰ τό· «Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσου σιν ὕδατος ζῶντος,» καλῶς οἱ μεθέξοντες τούτων τῶν ποταμῶν καὶ αὐτοὶ ποταμοὶ λέγονται. Σημειωτέον δὲ καὶ τὸ «ἐπὶ τὸ αὐτὸ» εἶναι τοὺς ποταμοὺς, ἵνα τὸ αὐτὸ λέγωσι πάντες, καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα. ΨΑΛΜΟΣ Ηʹ. Σὺ ἡτοίμασας εὐθύτητας, κ. τ. ἑ. Εὐθύτητας ἤτοι τοὺς εὐθεῖς, ἤτοι τὰς ἀρετάς. Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, κ. τ. ἑ. Τὸ ὑποπόδιον τῶν ποδῶν εἶπόν τινες εἶναι τὴν σάρκα τὴν τοῦ Χριστοῦ, ἥτις διὰ τὸν Χριστόν ἐστι προσκυνητή· ὁ δὲ Χριστὸς προσκυνητὸς διὰ τὸν ἐν αὐτῷ Λόγον Θεοῦ. Καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ, κ. τ. ἑ. Οὗτος ἐπικαλεῖται τὴν δικαιοσύνην ὁ δικαιοπραγῶν, καὶ τὴν ἀλήθειαν ὁ μὴ ψευδόμενος, καὶ τὴν ἀγάπην ὁ μὴ μισῶν. Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτοὺς, κ. τ. ἑ. Ὁ στῦλος καὶ ἡ νεφέλη λογικαὶ φύσεις εἰσὶ, δι' ὧν ἐλάλει πρὸς τοὺς ἁγίους ὁ Κύριος. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, κ. τ. ἑ. Ὑπὸ καθαροῦ νοῦ πέφυκεν ὑψοῦσθαι Θεός. ΨΑΛΜΟΣ Θʹ. Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ, κ. τ. ἑ. Πύλαι σοφίας, ἀρεταί· διὰ γὰρ αὐτῶν εἰσερχόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ΨΑΛΜΟΣ Ρʹ. Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε, κ. τ. ἑ. Τὸν περὶ Προνοίας καὶ κρίσεως ᾆσαι θέλει λόγον. Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον, κ. τ. ἑ. Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς καταλαλοῦντας. Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλει τούργει, κ. τ. ἑ. Χρηστέον τὸ ῥητὸν πρὸς τοὺς ἱερα τικοὺς ὑπηρετουμένους ὑπὸ δούλων πονηροτάτων. Τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως, κ. τ. ἑ. Νῦν πό λιν Κυρίου λέγει τὴν ἑαυτοῦ ψυχὴν, ἐν ᾗ πάντας ἀπέκτεινε λογισμοὺς παρανόμους. ΨΑΛΜΟΣ ΡΑʹ. Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονά ζον ἐπὶ δώματι, κ. τ. ἑ. Οὐδὲν ἄλλο τὸν νοῦν οὕτως ἀπεργάζεται κοῦφον ὡς ἀγρυπνία. Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων, κ. τ. ἑ. Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς παρὰ τὸν καιρὸν τοῦ πότου αὐλοῖς καὶ ᾠδαῖς τερπομένους. Κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην· σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, κ. τ. ἑ. Ἐγὼ μὲν πρόσ 12.1560 καιρος καὶ θνητὸς, σὺ δὲ ἀΐδιος καὶ ἀθάνατος. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, κ. τ. ἑ. Τῶν γινομένων ἡμερῶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, κ. τ. ἑ. Ἀπολοῦνται οἱ οὐρανοὶ οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα· «Παράγει γὰρ, φησὶν ὁ Ἀπόστολος, τὸ σχῆμα τοῦ κόσμου τούτου.» ΨΑΛΜΟΣ ΡΒʹ.