130
ἀληθῶς τοῖς πονηροῖς ἀπεχθάνεται, ἀλλ᾽ ἐνεργὸν ποιεῖν καὶ ἰσχυράν, ταῖς οἰκείαις ἀρεταῖς πτερουμένην καὶ φθάνουσαν τὸν συγχώρησιν διδόναι τῶν πλημμεληθέντων δυνάμενον.
Εἴτε οὖν ἐκ τοῦ ποιουμένου τὴν δέησιν δικαίου, εἴτε ἐκ τοῦ γίνεσθαι ταύτην αἰτουμένου τὸν δίκαιον ἐνεργουμένη, πολὺ ἰσχύει τοῦ δικαίου ἡ δέησις· ὑπὸ μὲν γὰρ τοῦ δικαίου ἐνεργουμένη δίδωσιν αὐτῷ παρρησίαν πρὸς τὸν δοῦναι δυνάμενον τὰ τῶν δικαίων αἰτήματα, ὑπὸ δὲ τοῦ ταύτην αἰτουμένου τὸν δίκαιον τῆς προτέρας αὐτὸν μοχθηρίας ἀφίστησιν, μεταβάλλουσα πρὸς ἀρετὴν αὐτῷ τὴν διάθεσιν.
ΝΗ (58). ΠΕΡΙ ΤΟΥ "ΕΝ Ω ΑΓΑΛΛΙΑΣΘΕ ΟΛΙΓΟΝ ΑΡΤΙ. ΕΙ ∆ΕΟΝ ΕΣΤΙ
ΛΥΠΗΘΕΝΤΑΣ". (14Γ_142> 58. ΕΡΩΤΗΣΙΣ ΝΗ' Ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ δέον ἐστὶ λυπηθέντας ἡμᾶς ἐν ποικίλοις
πειρασμοῖς. Πῶς τις λυπούμενος ἐν πειρασμοῖς δύναται ἀγαλλιᾶσθαι ἐν ᾧ λυπεῖται; Ἀπόκρισις. Τὴν λύπην διττὴν οἶδε τῆς ἀληθείας ὁ λόγος· τὴν μὲν κατὰ ψυχὴν ἀφανῶς,
τὴν δὲ κατ᾽ αἴσθησιν φανερῶς συνισταμένην, καὶ τὴν μὲν ὅλον τῆς ψυχῆς τὸ βάθος περιλαμβάνουσαν, τῇ μάστιγι τῆς συνειδήσεως αἰκιζόμενον, τὴν δὲ πᾶσαν τὴν αἴσθησιν περιγράφουσαν, τῷ βάρει τῶν ἀλγεινῶν συστελλομένην τῆς φυσικῆς διαχύσεως, καὶ τὴν μὲν τῆς κατ᾽ αἴσθησιν ἡδονῆς, τὴν δὲ τῆς κατὰ ψυχὴν εὐφροσύνης τέλος ὑπάρχουσαν· μᾶλλον δέ, τὴν μὲν τῶν κατ᾽ αἴσθησιν γνωμικῶν, τὴν δὲ τῶν κατ᾽ αὐτὴν συμπέρασμα παρὰ γνώμην παθῶν τυγχάνουσαν.
Λύπη γάρ ἐστιν, κατ᾽ ἐμὲ φάναι, διάθεσις ἡδονῶν ἐστερημένη· στέρησις δὲ καθέστηκεν ἡδονῶν πόνων ἐπαγωγή· πόνος δὲ σαφῶς ἐστι φυσικῆς ἕξεως ἔλλειψις ἢ ὑποχώρησις· ἔλλειψις δὲ φυσικῆς ἐστιν ἕξεως πάθος τῆς κατὰ φύσιν ὑποκειμένης τῇ ἕξει δυνάμεως· πάθος δὲ τῆς κατὰ φύσιν ὑποκειμένης τῇ ἕξει δυνάμεώς ἐστιν ὁ κατὰ τὴν παράχρησιν τῆς φυσικῆς ἐνεργείας τρόπος· παράχρησις δὲ τοῦ κατ᾽ ἐνέργειαν τρόπου καθέστηκεν ἡ πρὸς τὸ μὴ πεφυκὸς κατὰ φύσιν καὶ ὑφιστάμενον τῆς δυνάμεως κίνησις.
(14Γ_144> Ὥσπερ δὲ τὴν λύπην διττήν, ὡς ἔφην, οἶδεν ὁ λόγος, οὕτως καὶ τῶν πειρασμῶν διττὸν ἐπίσταμαι τὸν τρόπον· τὸν μὲν κατὰ γνώμην, τὸν δὲ παρὰ γνώμην, καὶ τὸν μὲν ἑκουσίων ἡδονῶν δημιουργόν, τὸν δὲ ἀκουσίων ὀδυνῶν ἐπακτικόν. Ὁ γὰρ κατὰ γνώμην πειρασμὸς τὰς κατὰ προαίρεσιν ἑκουσίους σαφῶς συνίστησιν ἡδονάς, ὁ δὲ παρὰ γνώμην προδήλως τοὺς ἀκουσίους παρὰ προαίρεσιν ἐφίστησι πόνους, καὶ ὁ μὲν τῆς κατὰ ψυχήν, ὁ δὲ τῆς κατ᾽ αἴσθησιν λύπης καθέστηκεν αἴτιος.
Ὅθεν οἶμαι τὸν μὲν Κύριον καὶ Θεόν, πῶς δεῖ προσεύχεσθαι τοὺς οἰκείους διδάσκοντα μαθητάς, τὸ κατὰ γνώμην εἶδος τῶν πειρασμῶν ἀπεύχεσθαι φάσκειν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, τῶν ἡδονικῶν δηλονότι καὶ γνωμικῶν καὶ ἑκουσίων πειρασμῶν μὴ ἐγκαταλειφθῆναι πεῖραν λαβεῖν εὔχεσθαι τοὺς οἰκείους διδάσκοντα μαθητάς, τὸν δὲ μέγαν Ἰάκωβον, τὸν τοῦ Κυρίου λεγόμενον ἀδελφόν, πρὸς τὸ τῶν ἀκουσίων πειρασμῶν εἶδος διδάσκοντα μὴ συστέλλεσθαι τοὺς ὑπὲρ ἀληθείας ἀγωνιζομένους φάναι· πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, δηλονότι τοῖς ἀκουσίοις καὶ παρὰ γνώμην καὶ πόνων ποιητικοῖς πειρασμοῖς. Καὶ δηλοῦσι σαφῶς, ἐκεῖ μὲν ἐπάγων ὁ Κύριος· ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ἐνταῦθα δὲ ὁ μέγας Ἰάκωβος· γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Τέλειός ἐστιν ὁ τοῖς