1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

130

ὕπαιθρον ἅπαν διώριστο. Καὶ τὰ μὲν ἀπενενέμητο παντὶ τῷ λαῷ, τὰ δὲ ἐνδότερα καὶ παρ' αὐτὸν τὸν νεὼν μόνοις ἀφιέρωτο τοῖς ἱερεῦσι. Λέγει τοίνυν ἰδεῖν ἐν τῇ ἐν δοτέρᾳ αὐλῇ παστοφόρια, καὶ περίστυλα τριάκοντα· τὰ δὲ παστοφόρια ὁ Σύρος ἐξέδρας ὠνόμασε. Καὶ ταῦτα δὲ τοῖς ἱερεῦσιν ἀφώριστο, ὡς ὁ αὐτὸς διδάσκει προφήτης. Τῷ θεσπεσίῳ δὲ Ἡσαΐᾳ φησὶν ὁ Θεός· "Εἴσ ελθε εἰς τὸ παστοφόριον πρὸς Σομμᾶν τὸν γραμμα τέα." Λέγει δὲ ἑκατὸν μὲν πήχεων εὖρος ἀπονεμηθῆ ναι ταῖς ἐξωτέραις αὐλαῖς, τῇ τε πρὸς ἄρκτον καὶ τῇ πρὸς μεσημβρίαν βλεπούσῃ, ὡσαύτως δὲ καὶ τῇ πρὸς ἥλιον ἀνίσχοντα· τῶν δὲ ἐσωτέρων αὐλῶν ἑκάστης τὸ μὲν μῆκος πήχεων εἰκοσιπέντε, τὸ δὲ εὖρος πήχεων πεντήκοντα. Λέγει δὲ καὶ τὰς πύλας ἐοικέναι ἀλλή λαις κατὰ πάντα, κατά τε τὰ μέτρα, καὶ κατὰ τὰς τῶν φοινίκων γλυφάς· τὰ δὲ ἑκατέρωθεν τῆς θύρας γεισ σώματα, εἴτουν κυμάτια, αἴλευ ὀνομάζει, ἐν αἷς διαγεγλύφθαι ἔφη τὰ τῶν φοινίκων εἰκάσματα. Λέγει δὲ θεωρῆσαι καὶ τραπέζας ἑκατέρωθεν τῶν πυλῶν κειμένας, ἐν αἷς τὰ ἱερεῖα τιθέντες οἱ ἱερεῖς κατ έσφαζον, τά τε ὁλοκαυτούμενα, καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ ἀγνοίας προσφερόμενα· πλησιάζειν δὲ ἔφη καὶ ῥύακά τινα, τὸ αἷμα τῶν θυμάτων ὑποδεχόμενον, καὶ εἴς τι χωρίον ἀπῳκισμένον πάντως μετακομί ζοντα. Εἶχον δὲ, φησὶν, αἱ τράπεζαι καὶ ὀρόφους ἄνωθεν καλύπτοντας, καὶ τοῦ τε ὑετοῦ, τοῦ τε ἡλίου τὴν προσβολὴν ἀπείργοντας. Μετὰ ταῦτα διηγεῖται, ὡς ἐξέδρας ἐθεάσατο δύο, τὴν μὲν εἰς ἄρκτον, τὴν δὲ εἰς μεσημβρίαν ἀποβλέπουσαν· ἀμφοτέρας δὲ ἐν ταῖς ἐνδοτέραις ᾠκοδομημένας αὐλαῖς. Καὶ τὴν μὲν ἀποβλέπουσαν πρὸς νότον, τοῖς ἱερεῦσιν ἀπονενεμῆ σθαι ἔφη τοῖς τὸν θεῖον φυλάττουσι νεών· τὴν δὲ πρὸς βοῤῥᾶν ἀποβλέπουσαν, τοῖς τὸ θυσιαστήριον τὸ ἔξω φυλάττουσι. Ἔφη δὲ καὶ τούτους κἀκείνους ἀπὸ τοῦ Σαδοὺκ τὸ γένος κατάγειν· πάλαι γὰρ τοῦ 81.1224 Ἀβιάθαρ τὸ γένος ἔπαυσε τοῦ ἱερατεύειν ὁ τῶν ὅλων Θεὸς, κατὰ τὴν ἐξενεχθεῖσαν κατὰ Ἡλεὶ τοῦ ἀρχιερέως ψῆφον. Λέγει δὲ ἐσωτέραν αὐλὴν, τὴν πρὸς ἥλιον ἀνίσχοντα βλέπουσαν, ἀπὸ τοῦ προπυλαίου τοῦ θείου νεὼ μέχρι τῆς πύλης ἑκατὸν ἐσχηκέναι πήχεις, καὶ τὸ εὖρος δὲ ὡσαύτως τοσούτους· καταντικρὺ δὲ τοῦ νεὼ τὸ θυσιαστήριον· τὸ δὲ προπύλαιον τοῦ νεὼ εἴκοσι μὲν πήχεων τὸ μῆκος, τεττάρων δὲ καὶ δέκα τὸ πλάτος· καὶ τὴν θύραν αὐτοῦ ὁμοίως τεττάρων καὶ δέκα τὸ πλάτος, τοὺς δὲ ἑκατέρωθεν αὐτῆς ἀγκῶνας, ἢ παραστάδας μέχρι τῆς γωνίας, ἀπὸ τριῶν πήχεων ἑκατέραν. Οὕτω γὰρ καὶ τῶν εἴκοσι πήχεων πληροῦται τὸ μέτρον, τῆς μὲν θύρας τέτταρας καὶ δέκα λαβούσης, τῶν ἑκατέρωθεν ἀγ κώνων (τούτους γὰρ ἐπωμίδας ἐκάλεσε), τοὺς ἄλλους ἓξ, τρεῖς ἐντεῦθεν, καὶ τρεῖς ἐκεῖθεν. Αὐτοῦ δὲ τοῦ νεὼ τὴν θύραν ἔφη εὖρος ἔχειν πήχεων δέκα, τοὺς δὲ ἑκατέρωθεν ἀγκῶνας ἀπὸ πέντε πήχεων, ὥστε πληροῦσθαι πάλιν τοὺς εἴκοσι πήχεις· διεμέτρησε δὲ, φησὶ, καὶ αὐτὸν τὸν νεὼν, καὶ ὑπέδειξέ μοι τεσσα ράκοντα πήχεων τὸ μῆκος, εἴκοσι δὲ τὸ πλάτος, ἰσό μετρον τῷ προπυλαίῳ. Εἶδον δὲ, φησὶ, καὶ ἑτέραν θύραν ἐνδοτέραν, τὸ πλάτος ἔχουσαν πήχεις ἓξ, τοὺς δὲ ἑκατέρωθεν ἀγκῶνας ἀπὸ πήχεων ἑπτά· τοῖς ἓξ τοίνυν πήχεσιν οἱ τέτταρες καὶ δέκα προστιθέμε νοι τοὺς εἴκοσι πληροῦσι. Λέγει δὲ θεάσασθαι καὶ τὰς θύρας τὰς διοριζούσας ἀπὸ τῶν ἁγίων τὰ Ἅγια τῶν ἁγίων, καὶ τὸ μὲν εὖρος αὐτῶν ἰσόμετρον εἶναι τῷ νεῷ, τουτέστι πήχεων εἴκοσι· τὸ δὲ ὕψος πή χεων τεσσαράκοντα. Ζητήσας δὲ καὶ παρὰ τῷ Σύρῳ καὶ παρὰ τῷ Ἑβραίῳ τὰ μέτρα, εὗρον καὶ τὸ ὕψος ἰσόμετρον τῷ πλάτει· συνεφώνησαν γὰρ ἀμφότεροι, ὅ τε Σύρος, ὅ τε Ἑβραῖος, εἴκοσι πήχεων φήσαν τες, καὶ τὸ εὖρος, καὶ τὸ ὕψος. Λέγει δὲ καὶ διπλοῦν τεθεᾶσθαι κύκλῳ τοῦ ναοῦ τὸ οἰκοδόμημα, καὶ ἑτέρους τοίχους ἔξωθεν τῆς ὀροφῆς ᾠκοδομημένους, καὶ μεταξὺ τῶν δύο τοίχων κύκλῳ περίπατόν τε καὶ δίοδον. Λέγει δὲ καὶ τῆς οἰκοδομίας ταύτης τὴν αἰ τίαν· "Ἵνα μηδεὶς, φησὶ, πελάζῃ τοῖς τοῦ νεὼ τοί χοις." Τοῦτον δὲ αὐτὸν στενὸν κύκλον ἔφη εἰς ἐπί πεδα καὶ ὑπερῷα διῃρῆσθαι, καὶ θυρίδας ἔχειν ἔξω θεν μὲν στενὰς εὐρυτέρας δὲ ἔνδοθεν, ἃς προσαγο