τὸ θαῦμα· πολλὰ γὰρ τὰ θάνατον ἀπει λοῦντα, λοιμὸς, αὐχμὸς, δίψα, καῦμά τε σφοδρὸν, καὶ πλῆθος θηρίων, ἁπάντων τε τῶν ἐπιτηδείων ἡ ἐρημία· οἱ δὲ, μηδενὸς λυ ποῦντος, ἐβάδιζον. 135.17-20 Τῷ πατάξαντι βασιλεῖς μεγά λους ... καὶ ἀποκτείναντι βασιλεῖς κραται οὺς, ... τὸν Σηὼν βασιλέα τῶν ̓Αμοῤῥαί ων ... καὶ τὸν Ωγ βασιλέα τῆς Βασάν. ̓Εκ δὲ πάντων δύο μέμνηται βασιλέων θανάτου· ἐπὶ ῥώμῃ γὰρ καὶ δυναστείᾳ καὶ μεγέθει σώματος ἐσημειοῦντο· [ὁ μὲν Σηὼν ...] ̔Ο δὲ Ωγ, πήχεις εχων ἐννέα τὸ μῆχος καὶ πέντε τὸ ευρος, σιδηρᾶν ειχεν τὴν κλίνην. 135.23,24 Οτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. ∆ηλοῖ δὲ τό· ἐν τῇ ταπεινώσει ἡμῶν ἐ μνήσθη ὁ Κύριος, οτι ηρκεσεν αὐτὸν ἐπι κάμψαι ἡ συμφορὰ, καὶ ἐξ ἀρχῆς γὰρ ἀπαλ λάξας αὐτοὺς Αἰγύπτου, οὐκ ειπεν· ̓Ιδὼν ειδον τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν, ἀλλὰ τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ. Πλέον ἁρμόζει ὁ λόγος, οτι ἐν τῇ ταπεινώ σει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, τοῖς τῆς νοητῆς δουλείας ἀπαλλαγεῖσιν, ητοι τῆς αἰσ θητῆς. 135.26 ̓Εξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρα νοῦ, οτι εἰς τὸν αἰῶνα τὸ ελεος αὐτοῦ. ∆ιὸ καὶ τὴν ζωὴν απασαν οἱ μακάριοι ανδρες τῇ περὶ τοὺς υμνους ῃνεσαν φροντί δι, λέγοντες· Ασω τῷ Κυρίῳ ἐν τῇ ζωῇ αὐ τοῦ. Ην δὲ ἡ πόλις αὐτοῦ τιμία διὰ τὴν θείαν λατρείαν, ὡς προείρηται τό· Ενεκα τοῦ οικου τοῦ Θεοῦ μου ἐξεζήτησα ἀγαθά σοι. 136.2 ̓Επὶ ταῖς ἰτέαις, ἐν μέσῳ αὐτῆς ἐκρε μάσαμεν τὰ οργανα ἡμῶν. Ετερός φησι· κιθάρας ἡμῶν, αλλος· λύ ρας. Καὶ τίνος ενεκεν τὰ οργανα ἐπήγοντο εἰς αἰχμαλωσίαν ἀπιόντες, οὐ μέλλοντες αὐ τοῖς χρῆσθαι; Οἰκονομεῖται καὶ τοῦτο, ωστε ἐπὶ τῆς ἀλλοτρίας εχειν ὑπερμνήματα τῆς πολιτείας τῆς πρώτης καὶ μᾶλλον δάκνεσ θαι, ὁρῶντες τὰ σύμβολα τῆς θρησκείας. 136.3 Οτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχ μαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· Ασατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. Εγνων ἐγὼ καὶ δαίμονας ἀναγκάζειν λέ γειν ψαλμοὺς καὶ ᾠδὰς πνευματικὰς, ἐν αις εστι τις ἐντολὴ ην παρέβημεν, ὡς αν ἀκού οντες καταγελῶσιν, ὡς λεγόντων καὶ μὴ ποιούντων· διὸ καὶ ∆αυὶδ λέγει· Μὴ καταγε λασάτωσάν μου ὑπερήφανοι. 136.4 Πῶς ᾳσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; ̔Ο ἐν κακίᾳ διάγων, ἐπὶ γῆς ἐστιν ἀλλο τρίας· διὸ οὐ δύναται εἰπεῖν· Ασω τῷ Κυ ρίῳ εὐεργετήσαντί με. Τῶν γὰρ ἐξελθόντων ἐστὶν ἀπὸ κακίας τὸ λέγειν· Ασωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται κτλ. 136.6 Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγ γί μου, ἐὰν μή σου μνησθῶ. Η καὶ οὐχ ἁπλῶς σου μνημονεύω, φησὶ, προανακρούσομαι δέ σε ἐν υμνοις τε καὶ ᾠ δαῖς, οπερ σφόδρα ποθοῦντος· ἀλλ' ουτοι μὲν ἐκπεσόντες ἐπανελθεῖν ειχον ἐλπίδας· ἡμᾶς δὲ τῆς ανω ἐκπίπτοντας ̔Ιερουσαλὴμ, οὐκ εστιν ἐπανόδου τυχεῖν· τὸ γὰρ πῦρ αὐτῶν οὐ σβήσεται. 136.7 Μνήσθητι, Κύριε, τῶν υἱῶν ̓Εδώμ. Οἱ υἱοὶ ̓Εδὼμ, οἱ ἀπὸ ̔Ησαῦ, καὶ ἁλούσης τῆς ̔Ιερουσαλὴμ, ὑπανέβαινον πικρῶς, εως θεμελίων αὐτὴν ἀνασπᾶσθαι συμβου λεύοντες. Τοὺς Αραβας λέγει, τοὺς τοῖς Βα βυλωνίοις συνεπιθεμένους, ων καὶ μέμνηται συνεχῶς ὁ προφήτης, οτι συγγενεῖς οντες πικρότεροι τῶν πολεμίων ἐγένοντο, ους, φη σὶν, ἀπαίτησον δίκην. Οὐ γὰρ μέχρι τῆς ἁ λώσεως εστησαν· ἀνασπασθῆναι δὲ καὶ τοὺς τῆς ̔Ιερουσαλὴμ θεμελίους ἐβούλοντο. 136.8 Θυγάτηρ βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ος ἀνταποδώσει σοι τὸ ἀνταπόδο μά σου. Κατὰ δὲ τὸ ῥητὸν, οὐκ εστιν ὁ τοσοῦτος τοῦ προφήτου θυμὸς, ἀλλ' ἐκ προσώπου τῶν αἰχμαλωτῶν ἡ πικρὰ τῆς τιμωρίας ἀπαίτη σις· ὁ γὰρ προφήτης καθ' ἑαυτὸν τό· Εἰ ἀν τεπέδωκα, φησὶν, τοῖς ἀποδιδοῦσί μοι κακὰ, καὶ τὴν παρὰ τῶν νόμων ὑπερβὰς συμμε τρίαν. 137.1 ̓Εξομολογήσομαί σοι, Κύριε, ἐν ολῃ καρδίᾳ μου, καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι, οτι ηκουσας πάντα τὰ ῥήματα τοῦ στό ματός μου. ̓Εναντίον ἀγγέλων ψάλλειν ἐστὶ τὸ ἀπε ριπαύστως ψάλλειν, ητοι τυπουμένου τοῦ ἡ γεμονικοῦ ἡμῶν μόνοις τοῖς σημαινομένοις πράγμασιν ὑπὸ τοῦ ψαλμοῦ, η καὶ μὴ τυ πουμένου. Η τάχα ουτως· ἐναντίον ἀγγέ λων ψάλλει ὁ νοῶν