τέχνην τὴν περὶ τὴν ὕλην γινομένην. Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, κ. τ. ἑ. Τῶν ἑρπετῶν ἀνθρώπων διὰ τὴν κακίαν οὐκ ἔστιν ἀριθμός· «Ὁ γὰρ ἀριθμῶν, φησὶ, πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.» Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι, κ. τ. ἑ. Οἱ ἐκπίπτοντες τοῦ παρὰ τοῦ Θεοῦ δοθέντος αὐτοῖς πνεύματος γίνονται χοϊκοί. 12.1564 Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσον ται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, κ. τ. ἑ. Ἣν Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην ∆αυῒδ ἀνακαινισμὸν προσηγόρευσεν. Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται, κ. τ. ἑ. Τὰ καπνιζόμενα ὄρη ἀποβάλλει τὴν κακίαν, ἁπτομένου αὐτῶν τοῦ πνευματικοῦ πυρὸς τοῦ βλη θέντος ἐπὶ τὴν γῆν. Ἐκλείποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, κ. τ. ἑ. Οὐχὶ μὴ ὑπάρχειν αὐτοὺς, ἀλλὰ μὴ ὑπάρχειν αὐτοὺς ἁμαρτωλούς. ΨΑΛΜΟΣ Ρ∆ʹ. ∆ιηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ, κ. τ. ἑ. Ὁ κτησάμενος πᾶσαν τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος δύναται διηγεῖσθαι πάντα τὰ θαυμάσια αὐτοῦ. Ζητήσατε τὸν Κύριον, κ. τ. ἑ. Ὁ τὰς ἐντολὰς ποιῶν τοῦ Θεοῦ, οὗτος ζητεῖ αὐτόν. Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντὸς, κ. τ. ἑ. Τοῦτο λέγει τὸ πρόσωπον ζητεῖν ἡμᾶς, ὅπερ οἱ ἄγ γελοι βλέπουσι διαπαντός. Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, κ. τ. ἑ. Οἱ τοῦ σπέρματος ὄντες τοῦ Ἀβραὰμ, δυνάμει εἰσὶν ἐκλεκτοί. Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, κ. τ. ἑ. Τὰς χι λίας γενεὰς οἱ μὲν τὰς πολλὰς αὐτὸν λέγειν γενεὰς ἐνόμισαν, οἱ δὲ τὰς ὑπὸ τούτου τοῦ ἀριθμοῦ περιγρα φομένας. Λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν, κ. τ. ἑ. Πρὸ τῆς ἐπιδημίας Χριστοῦ οἱ Χαναναῖοι κατεῖχον ἡμῶν τὰς ψυχὰς, μὴ ἐῶντες ἡμᾶς καρποὺς ἐκφέρειν πνευματικούς. Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, κ. τ. ἑ. Ἐντεῦθεν γινώσκομεν, ὅτι οἱ ἀδικούμενοι ὑπὸ ἀν θρώπων κατ' ἐγκατάλειψιν ἀδικοῦνται Θεοῦ. Μὴ ἅπτεσθε τῶν χριστῶν μου, κ. τ. ἑ. Οὗτοι οἱ χριστοὶ Χριστοῦ μετέχοντες λέγονται χριστοί· ὁ δὲ Χριστὸς τοῦ Πατρὸς μετέχων λέγεται Χριστός. Χρι στὸν δέ φημι τὸν μετὰ τοῦ Θεοῦ Λόγου ἐπιδημήσαντα Κύριον. Καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐ τοῦ, κ. τ. ἑ. Χωρὶς ἀρετῆς καὶ γνώσεως Θεοῦ οὐκ ἄν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος. Εἶπε καὶ ἦλθε κυνόμυια, κ. τ. ἑ. Τὴν κυνόμυιαν οἱ Ἑβραῖοι ἑρμηνεύουσι πλῆθος πάμμιγον ἀγρίων καὶ σαρκοβόρων θηρίων· οἱ δὲ Ἕλληνες λέγουσι κυ νόμυιαν τὴν τοῦ κυνὸς τοῦ ὑλακτοῦντος μυῖαν. Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, κ. τ. ἑ. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἦσαν αἱ ἄμπελοι αὐτῶν, καὶ αἱ κληματίδες αὐτῶν ἐκ Γομόῤῥας. Εἶπε, καὶ ἦλθεν ἀκρὶς, κ. τ. ἑ. Ἡ ἀκρὶς αὕτη κατεσθίει τὸ σπέρμα τὸ πονηρόν. ΨΑΛΜΟΣ ΡΕʹ. Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ, κ. τ. ἑ. ∆ιὰ 12.1565 τοῦτο σώζει ἡμᾶς ὁ Κύριος, ἵνα γνῶσιν ἡμῖν τῆς δυναστείας αὐτοῦ χαρίσηται. Εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη, κ. τ. ἑ. Μακάριος οὗτος, ᾧ μηδεὶς τῶν ἐχθρῶν ὑπολείπεται. Οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ, καὶ ἐπεθύ μησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, κ. τ. ἑ. Οὐκ ἀνέ μειναν τὴν χάριν αὐτοῦ, ἀλλ' ἐπελάθοντο τῶν ἔργων αὐτοῦ καὶ ἐπεθύμησαν ἐπιθυμίαν κακήν. Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον, κ. τ. ἑ. Οἱ δοξάζοντες κτίσμα παρὰ τὸν κτίσαντα, οὗτοι ἀλλάσσουσι τὴν δό ξαν αὐτῶν. «Καὶ ἤλλαξαν, φησὶν ὁ Παῦλος, τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.» Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, κ. τ. ἑ. Ἡ ἐξολόθρευσις νῦν τὴν μετάθεσιν τὴν ἐκ τοῦ βίου τού του σημαίνει. Εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυ μὸν αὐτοῦ, τοῦ μὴ ἐξολοθρεῦσαι αὐτοὺς, κ. τ. ἑ. Σημειωτέον, ὅτι καὶ εἷς ἅγιος, ὡς ὁ Μωϋσῆς, δυνατός ἐστιν ἀποστρέψαι ὀργὴν φερομένην ἐπ' ἔθνος ὅλον. Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, κ. τ. ἑ. Ἡ γῆ ἐπιθυμητὴ ἡ βασιλεία ἐστὶ τῶν οὐρανῶν. Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, κ. τ. ἑ. Χεῖρα λέγει τὰς κολαστικὰς αὐτοῦ δυνάμεις. Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, κ. τ.