131
ρεύειν εἰώθαμεν λοξάς· καὶ ἑτέρας δὲ, φησὶ, δύο ἐξ έδρας ἐθεασάμην ἑκατέρωθεν τοῦ θείου νεὼ, τὴν μὲν εἰς ἄρκτον ἀποβλέπουσαν, τὴν δὲ πρὸς νότον· τοῦτο γὰρ ἐκάλεσε προσευχὴν, ἐπειδὴ τοῖς τὰ βορειότερα τῆς Ἱερουσαλὴμ οἰκοῦσιν Ἰουδαίοις ἔθος ἐστὶν εὐχομένοις, πρὸς μεσημβρίαν ἀποβλέπειν κατὰ τὴν τῆς πόλεως θέσιν. Λέγει δὲ, μεταξὺ τοῦ θείου νεὼ καὶ τῆς καλουμένης ἐξέδρας, πέντε διορίζειν πήχεις· ἀπὸ δὲ τοῦ ἑσπερίου τείχους μέχρις αὐτῆς τῆς ἐξ έδρας ἑβδομήκοντα εἶναι πήχεις, εὖρος δὲ ἐννενή κοντα. Μέσος δὲ, φησὶν, ἦν ὁ θεῖος νεὼς, σανίσιν ἅπας κεκαλυμμένος, οὐ τοὺς τοίχους μόνον, ἀλλὰ καὶ τὸ ἔδαφος καὶ τὸν ὄροφον. Εἶχε δὲ καὶ θυρίδας δικτυωτὰς, 81.1225 τουτέστι, διατρήτους δικτύῳ ἐοικυίας. Αἱ γλυφαὶ δὲ ἐπὶ τῶν τοίχων καὶ ἐπὶ τῶν φλιῶν, τῶν χερουβὶμ καὶ φοινίκων ἀπεικάσματα εἶχον· ἕκαστον δὲ τῶν χερουβὶμ δύο εἶχε πρόσωπα, ἓν μὲν λέοντος, ἓν δὲ ἀνθρώπου, καὶ τὸ μὲν πρὸς τοῦτον ἀπέβλεπε τὸν φοί νικα, τὸ δὲ πρὸς ἐκεῖνον. ∆ύο δὲ πρόσωπα ἀντὶ τῶν τεσσάρων ἐθεάσατο γεγλυμμένα· ἐπειδὴ οὐδὲ οἷόν τε ἦν ἐν σανίσιν ἀκριβῶς τέσσαρα διαγλύψαι. Λέγει δὲ καὶ τὸ θυσιαστήριον τεθεᾶσθαι τὸ πρὸ τῶν ἁγίων· εἶχε δὲ, φησὶ, τὸ μὲν ὕψος τρεῖς πήχεις, δύο δὲ πή χεις τὸ μῆκος, καὶ τὸ πλάτος ὡσαύτως, τουτέστι τε τράγωνον ἰσόπλευρον. Ἐδιδάχθην δὲ ὑπὸ τοῦ ταῦτά μοι δεικνύντος, ὡς αὕτη ἦν ἡ τράπεζα ἡ κατ έναντι Κυρίου. Ἐπιστῆσαι δὲ προσήκει, ὡς τὴν τρά πεζαν, τὴν τοὺς ἄρτους τῆς προθέσεως δεχομένην, θυσιαστήριον προσηγόρευσε, τοῦ μεγάλου Μωσέως τράπεζαν αὐτὴν ὀνομάσαντος μόνον. Προανοίγνυται τοίνυν τοῖς ἡμετέροις θύρα διὰ τῆς προφητείας. Ἦν δὲ, φησὶ, καὶ ἡ θύρα τῶν ἁγίων, οὐ δίθυρος, ἀλλὰ τετράθυρος, ὥστε ἀνοιγομένας εἰς ἑαυτὰς ἀνακλᾶ σθαι· καὶ αὐταὶ δὲ τὰς αὐτὰς εἶχον γλυφάς. Λέγει δὲ καὶ ἑτέρας ἐξέδρας ἑωρακέναι ἐν τῇ ἐξωτέρᾳ αὐλῇ διακειμένας, καὶ πρὸ τῶν ἐξεδρῶν περίπατον δέκα πήχεων τὸ εὖρος, ἑκατὸν δὲ τὸ μῆκος. Φῶς δὲ τοῦ περιπάτου καλεῖ τὸ παρ' ἡμῖν καλούμενον φωτικόν. Ἔφη δὲ καὶ ταῦτα ἀφωρῖσθαι τοῖς ἱερεῦσιν εἰς τὸ τῆς ἡγιασμένης ἀπολαύειν τροφῆς, καὶ παρ εγγυῆσαι τὸν ταῦτα ὑποδεικνύντα, μηδένα κοινωνῆ σαι τοῖς ἱερεῦσι τῆς εἰς ἐκείνας εἰσόδου, μήτε μὴν αὐτοὺς τοὺς ἱερέας τὴν ἱερατικὴν περιβεβλημένους στολὴν, καὶ τὴν θείαν ἐπιτελοῦντας λειτουργίαν, εἰς τὴν ἐξωτέραν αὐλὴν ἐξιέναι. Οὔτε γὰρ θέμις τινὰ τοῦ λαοῦ προσψαύειν αὐτοῖς τὴν ἱερατικὴν περικει μένοις στολήν· διὸ προσήκει ἐν ἐκείνοις τοῖς οἴκοις ἀποδύεσθαι τὴν ἀφωρισμένην ταῖς λειτουργίαις ἐσθῆτα, ἑτέραν δὲ ἀμπέχεσθαι, καὶ οὕτω πρὸς τὸν λαὸν ἐξιέναι. Ὑπέδειξε δέ μοι καὶ τὸν κύκλον τῷ μέτρῳ κεχρημένος, καὶ ἐδίδαξε μετρήσας, ὡς ἕκαστον τῶν τεσσάρων, τό τε ἑῷον, καὶ τὸ ἑσπέριον, τό τε νότιον, καὶ τὸ βόρειον, πήχεις εἶχε πεντακοσίους, ὡς συνάγειν τὸν κύκλον τῶν πεντακοσίων τετραπλού μενον εἰς δισχιλίους πήχεις.
ΚΕΦΑΛΑΙΟΝ ΜΓʹ. αʹ, βʹ. Καὶ ἤγαγέ με, φησὶν, ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ
ἐξήγαγέ με. Καὶ ἰδοὺ δόξα Θεοῦ Ἰσραὴλ ἤρχετο κατὰ τὴν ὁδὸν τὴν πρὸς ἀνατολὰς, καὶ φωνὴ τῆς παρ εμβολῆς, ὡς φωνὴ διπλασιαζόντων πολλῶν. Παρὰ τῷ Ἑβραίῳ, καὶ παρὰ τῷ Σύρῳ, εὗρον· "Ὡςφωνὴ ὑδάτων πολλῶν. Καὶ ἡ γῆ ἐξέλαμπεν, ὡς φέγ γος ἀπὸ τῆς δόξης αὐτοῦ κυκλόθεν." 81.1228 γʹ. Καὶ ἡ ὅρασις ἣν εἶδον, κατὰ τὸ εἶδος ὃ εἶδον ὅτε εἰσεπορευόμην τοῦ χρίσαι τὴν πόλιν. Πάλιν κἀνταῦθα καὶ παρὰ τῷ Σύρῳ, καὶ παρὰ τῷ Ἑβραίῳ, εὗρον· "Ὅτε εἰσῆλθον ἀπολέσαι τὴν πόλιν." ∆ηλοῖ δὲ τὴν δευτέραν ὀπτασίαν, ἐν ᾗ ἐθεάσατο, καὶ τοὺς ἐπιφερομένους τοὺς πελέκεις, καὶ τὴν πόλιν κόπτον τας, καὶ τὸν τοὺς ἄνθρακας κατὰ πάσης τῆς πόλεως διασκεδάσαντα, ὅτε καὶ τὸ σημεῖον εἶδεν ἐπιτεθὲν τοῖς στενάζουσιν ἐπὶ ταῖς τοῦ λαοῦ παρανομίαις. Καὶ εἰκὸς τοὺς Ἑβδομήκοντα τῇ διανοίᾳ προσεσχηκότας χρίσιν καλέσαι τὴν τῶν μετώπων σημείωσιν τῶν ἀπαλλαγέντων τῆς τῶν κοπτόντων τιμωρίας. "Καὶ ἡ ὅρασις δὲ τοῦ ἅρματος ἐῴκει τῇ ὁράσει, ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ." Εὐθὺς