132
Ὑμεῖς γοῦν οἴδατε ὅπως ἕξετε πρὸς τὰ παρόντα, ὡς ἢ τῷ ἡσυχάζειν ἐπ' ἀγαθοῖς ἐσόμενοι, ἢ τῷ τοιαῦτα ζητεῖν, μηδὲν ὅλως ὑμῖν προσήκοντα, τιμωρηθησόμενοι.» Ὁ μὲν οὖν βασιλεύς, τούτοις τε καὶ ἄλλοις τοιούτοις τὰς προαναφωνήσεις δοὺς τῷ λαῷ, ἀπολύει ἐπ' οἴκων πορεύεσθαι τῶν οἰκείων ἕκαστον.
ιβʹ. Ὅπως ψηφίζεται ὁ τῆς Ἀδριανοῦ Γερμανὸς εἰς τὸ πατριαρχεῖον καὶ ὁποῖος οὗτος. Οἱ ἀρχιερεῖς δέ, τὸ ἐνδόσιμον λαβόντες ψηφίζεσθαι τὸν δοκοῦντα σφίσιν καὶ ἐπὶ τῇ μεγίστῃ προστασίᾳ τὸν ἐπιτήδειον, ἐν ταὐτῷ συνίασι πάντες κατὰ τὸ ἱερὸν καὶ μέγα τῶν Βλαχερνῶν τέμενος καί, ἄλλον ἄλλου προ βαλλομένου, τέλος ἐφ' ἑνὶ πάντες συμφωνοῦσι, τῷ Ἀδριανουπόλεως Γερμανῷ, ἀνδρὶ ἐλευθέρῳ τὸν τρόπον καὶ ἱεραῖς διεξαγωγαῖς πρέποντι, ἔτι δὲ καὶ τὴν ἐκ βασιλέως ἐκ παλαιοῦ πλουτοῦντι διάθεσιν. Ἦν γὰρ ὁ ἀνὴρ ταῖς ἀληθείαις φιλόκαλος μὲν καὶ φιλολόγος ἐς ἄκρον· καλὸν δ' ἅπαν εἰδὼς ὃ ἂν καὶ εἰς τὰ πράγματα χρησιμεύοι, μὴ μόνον εἰς ἀρετήν, ἐν προτι μήσει πολλάκις τῶν ἐπαίνων ἐτίθει τὸν μετ' ἐντρεχείας καὶ τὸ ἐς ψυχὴν ἀσφαλὲς ἔχοντα τοῦ ὅλως ἀρετῇ συζῶντος γυμνῇ, εἰ κατὰ βίον καὶ μὴ ἐπ' ἐρημίας διάγοι. Ὅθεν λόγιος μὲν οὐκ ἦν, λογίοις δὲ μετ' αἰδοῦς καὶ τοῦ πρέποντος προσεφέρετο καὶ λόγους ἀκούων ἠγάπα καὶ φίλος ἦν ἐς τὰ μάλιστα τῶν τοιούτων, ὡς καὶ αὐτὸς τοῦ καλοῦ τὤμισυ ἴσχειν. Ἀρετῆς δὲ μετῆν τῷ ἀνδρὶ οὐχ ἣν ἂν οἱ παρόντες αἰνοῖεν, ἢ μᾶλλον οἱ παρ' ἑαυτοῖς 365 προὔχειν δοκοῦντες τῶν ἄλλων, βρώματα καὶ πόσεις φιλοκρινοῦντες καὶ ἡμέρας τούτων ἑκάστῳ πρεπούσας καὶ παρὰ τὸ εἰκὸς προσνέμοντες, πεζῇ τε καὶ βάδην αἱρούμενοι διέρχεσθαι τὰς ὁδούς, ἀνιπτόποδες καὶ χαμαιεῦναι καὶ μονοχίτωνες, ἐν δευτέρῳ δὲ τούτων τὸν οἶκτον καὶ τὴν ἀγάπην τιθέμενοι, ἔτι δὲ καὶ τὴν φιλανθρωπίαν καὶ τὴν συμπάθειαν καί, τὸ ὅλον εἰπεῖν, τὴν διάκρισιν, σκληροί τινες ὄντες καὶ τοῖς ἄλλοις μωμητικοὶ καὶ μεμψίμοιροι, ὡς ἑαυτοῖς σφίσι καὶ μόνοις τὴν ἀρετὴν περιποιεῖν αἱρούμενοι, κἂν ὅ τι ἐκεῖνοι καὶ πράττοιεν, ἀλλ' ἀρετῆς τῆς κατ' ἄνθρωπον ὄντως, καθ' ἣν ἂν καὶ ὁ ἀληθινὸς χαρακτηρίζοιτο ἄνθρωπος, καὶ μᾶλλον ὁ ἐπ' ἐξουσίας, ᾧ δὴ καὶ τὸ μετριοπαθὲς τοῦ ἀπαθοῦς μᾶλλον ὀφείλεται· οὗ δὴ βίου εἰ ἐξαρεῖς τὴν διάκρισιν, τὸ πᾶν ἀπώλεσας ἐξ ἑνός. Τοιαύτῃ τοίνυν κοσμούμενος ἀρετῇ, ἣν δὴ καὶ πολιτικήν τινες λέγουσι καὶ τὸν κατ' αὐτὴν βίον πολιτικόν, μέσον ὄντα θεωρητικοῦ τε καὶ ἀπολαυστικοῦ, ὁ δηλωθεὶς τῆς Ὀρεστιάδος ἀρχιερεύς, προκριθεὶς τῶν ἄλλωνκαὶ γὰρ ἐλέγετο κἀν τῷ κατ' ἀνατολὴν ὄρει τῷ Μέλανι καὶ τῇ κατ' ἐκεῖνο μονῇ ἐγχρονίσας ἀσκῆσαι τὸ πάλαι τὰ μέγιστα, παρὰ τῶν λοιπῶν ἠξιοῦτο τὴν προστασίαν τῆς Κωνσταντινουπόλεως ἀναδέξασθαι. Σὺν οἷς καὶ ὁ βασιλεὺς τὴν ψῆφον ἀποδεξάμενος κατηντιβόλει τὸν ἄνδρα καὶ ἐφ' ἡμέραις προσιὼν ὅλαις ὁρμαῖς παρώτρυνε καὶ ἠξίου μὴ ἀποπέμψασθαι τὰ τῆς κλήσεως.
ιγʹ. Ὅπως ἀνάγεται Γερμανὸς εἰς τὸ πατριαρχεῖον καὶ τί διαπράττεται. Καὶ δὴ παρακληθεὶς εἶξε· καὶ μηνὸς μαιμακτηριῶνος ἐν τῇ τοῦ ἁγίου Πνεύματος ἑορτῇ, ὑπὸ τόμῳ κοινῷ γεγονότι, πατριάρχης ἐπικηρύσσεται καί, σφίσιν ἅμα συλλειτουργήσας, τῷ ἱερῷ ἐφιζάνει θρόνῳ καὶ τῶν ἄλλων προΐσταται. Ἅμα δὲ τῷ προσβῆναι τῷ θρόνῳ, ἔργον ἐκείνῳ ἀσχολίας πάσης 367 ὑπέρτερον τιμᾶν τε τοῖς προσήκουσι τοὺς ἀρετῇ δοκοῦντας ἢ καὶ λόγῳ προέχειν τῶν ἄλλων, τοὺς μὲν ἀξιώμασι, τοὺς δὲ φιλοτησίαις ἁπάσαις καὶ δώροις παντοίοις. Ἦν γὰρ καὶ περιφρονητὴς χρυσίου τὰ μάλιστα, ὡς μηδὲ κεκτῆσθαι βαλάντιον, ἀλλὰ τὸ προσαγόμενον ἔκποθεν ἐπὶ τῆς στιβάδος ἐκείνου κελεύειν τίθεσθαι, ὡς ἕτοιμον εἶναι ταῖς χρείαις τῆς εὐποιίας, ὅπου ἂν ἐκεῖνος κελεύσοιε. Τοιούτῳ δ' ὄντι ἐκείνῳ τὸ τῆς μὲν ἁπλότητος πλεονέκτημα εἰς κατηγορίαν ἀδιαφορότητος περιίστατο, τὸ δὲ τῆς εἰς βασιλέα αἰδοῦς τε καὶ κυβερνήσεως εἰς ἔγκλημα κολακείας καὶ ψεύδους πρὸς τοὺς πολλοὺς ἄντικρυς. Τῷ γὰρ ἁπλῷ τοῦ τρόπου καὶ ἀνυπούλῳ καὶ ἐλευθερίῳ πρὸς τὸ τοῖς παροῦσι χρήσα σθαι μὲν καὶ αὐτόν, ἐφεῖναι δὲ καὶ τοῖς ἰδίοις χρᾶσθαι, τὴν τοῦ καταχρᾶσθαι προσειλήφει