τὴν δύναμιν. -Κατὰ δὲ τὴν ἑτέραν εκδοσιν [ἐναντίον θεῶν] θεοὺς τοὺς ἱερεῖς καλεῖ, κατὰ τό· Οὐ θεοὺς κακολογήσῃς. Καὶ περὶ ἀγγέλων δὲ λέγεται ἐν τῷ· Χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ ἐκ στόματος αὐτοῦ ζητήσουσι δικαιοσύνην, οτι αγγελος Κυρίου παντοκράτορός ἐστι. ∆η λοῖ τοίνυν οτι προηγουμένων τῶν ἱερέων εὐ τάκτως σὺ λειτουργήσω. 137.5 Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, οτι μεγάλη ἡ δόξα Κυρίου. ̔Οδοὶ Κυρίου εἰσὶν αἱ ἀρεταὶ, φέρουσαι ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ. 137.6 Οτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπει νὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώ σκει. Τοὺς μὲν ταπεινοὺς ὁ Κύριος διὰ τῶν ἀ ρετῶν ἐφορᾷ, τοὺς δὲ κατὰ διάνοιαν ὑψη λοὺς διὰ τῆς σοφίας γινώσκει· τούτους γὰρ ἐφορᾶν καὶ γινώσκειν λέγεται ὁ Θεὸς, τοὺς ἐν οις χωρεῖ· καὶ τούτους μὴ ἐφορᾶν, μηδὲ γινώσκειν τοὺς ἐν οις οὐ χωρεῖ. Καὶ τοῦτο κα θόλου σημειωτέον ἐν πάσῃ τῇ θείᾳ γραφῇ. 137.7 ̓Εὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζή σεις με. Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, πέρας δὲ τῆς ἐλπίδος ἐστὶν ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ητις λέγεται ἡμῶν ειναι ζωὴ, καθὼς γέγραπται· ̓Εὰν πορευθῶ κτλ. 138.2 Σὺ εγνως τὴν καθέδραν μου καὶ τὴν εγερσίν μου. Καθέδρα ἐστὶν εξις ἀρίστη λογικῆς ψυ χῆς, καθ' ην δυσκίνητος γίνεται πρὸς κα κίαν· εγερσίς ἐστιν ἀπὸ τῶν αἰσθητῶν πραγ μάτων ἐπὶ τὰ νοητὰ μετάβασις. Τῶν δὲ κα λῶς ἱδρυμένων ἡ καθέδρα γινώσκεται ὑπὸ Θεοῦ, οιον τῶν ἀληθῶς πρεσβυτέρων καὶ τῶν καλῶς ἐγειρομένων ἐπὶ τὰ μετὰ τὸν βίον. 138.3 Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας. Τῶν καλῇ τρίβῳ χρωμένων ἐξιχνιάζει ὁ Θεὸς τὴν σχοῖνον, καὶ πάντα τὰ μέτρα τῆς ὁδοῦ τῶν τοιούτων προεῖδεν ὁ Θεός. Τὸ δέ· ἐξιχνίασας, οὐ ζητοῦντός ἐστιν, οὐδὲ μὴν ἐ ρευνῶντος, ἀλλ' ἀκριβῶς ἐπισταμένου. 138.4 Καὶ πάσας τὰς ὁδούς μου προεῖ δες. ∆ιὰ τὸ προεῖδες, ἐπήγαγεν· 138.5 ̓Ιδοὺ, Κύριε, σὺ εγνως πάντα τὰ εσ χατα καὶ τὰ ἀρχαῖα· σὺ επλασάς με, καὶ ε θηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Τὰ μέσα παρασεσιώπηται, διὰ τὸ τὴν κα κίαν ειναι ἐν τῷ μεταξύ· οὐ γὰρ ην ἐν ἀρ χῇ, οὐδὲ εσται πάλιν ἐν τέλει. - ̔Η ἐπί θεσις τῆς χειρὸς τοῦ Θεοῦ τὴν χορηγηθεῖ σαν ἡμῖν τοῦ Πνεύματος δωρεὰν σημαίνει, ὡς οἱ ἀπόστολοι διὰ τῆς ἐπιθέσεως τῶν χει ρῶν παρεῖχον Πνεῦμα αγιον. 138.7 Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; Οὐκ εστι τόπος, ενθα μὴ εστιν γνῶσις ἡ τοῦ Θεοῦ, καὶ οἱ λόγοι τῶν γεγονότων· εἰ γὰρ τὰ σώματα διαφύγοι ὁ νοῦς, ἀλλ' εἰς τοὺς λόγους αὐτῶν ἐμπεσεῖται, ειτε καὶ τού τους παρέλθοι· τὴν γοῦν ἀσώματον οὐ δια φεύξεται φύσιν, ἀλλ' ἐν ἑαυτῇ οψεται τὸν δημιουργόν· εἰ δὲ καὶ τοὺς λόγους τῆς ἀσω μάτου φύσεως ὁ νοῦς ὑπερβαίη, οψεται πά λιν τὴν ἁγίαν τριάδα ητις γνῶσίς ἐστιν ἀπέ ραντος καὶ οὐσιώδης Σοφία. 138.11,12 Καὶ ειπα· Αρα σκότος κα ταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυ φῇ μου, ὡς τὸ σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ. Αλλως δὲ, σκότος ἐνταῦθα τὴν θλῖψιν καλεῖ, ὑφ' ης, φησὶν, οὐ προσεδόκων διαφυ γεῖν, καταπατούσης με καὶ νικώσης· αθροον δὲ εἰς ἀγαθόν μοι τὰ δεινὰ μετεβλήθη· μᾶλ λον δὲ καὶ μενόντων, πολλῆς ἀπέλαυσα τῆς χρηστότητος· ἐν τοῖς γὰρ ἐναντίοις μᾶλλον δείκνυται τἀναντία, ὡς ἐν τῇ καμίνῳ δια συρίζουσα δρόσος καὶ ὡς φλὸξ αμα καὶ χά λαζα. Τὸ δέ· σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, παρὰ σοῦ, ἐξέδωκεν ετερος· πάντα γάρ σοι ῥᾷστα βουλομένῳ μεταποιεῖν, ὡς τὴν νύκτα μηδὲν διαφέρειν ἡμέρας· μεταφορι κῶς δὲ ἀπὸ τῶν στοιχείων δείκνυσι τὴν ἐν θλίψεσιν ανεσιν, ὡς καὶ τοῖς ἐν ἀνέσει τυγ χάνει ομοιον. ̓Ιωσὴφ γοῦν ἐν ἀτιμίᾳ τιμὴν εσχε βασιλικήν. - Αρα σκότος κτλ. ητις ἐστὶ, φησὶν, ἐμοὶ δύναμις ἀπόῤῥητος, καὶ αὐ τή σοι τῷ Θεῷ φανερὰ τυγχάνει· καθάπερ ἐμοὶ ζοφώδης ἡ νὺξ, ουτως ἐστίν σοι φωτει νή. 138.13 Οτι σὺ ἐκτήσω τοὺς νεφρούς μου. Ουτινος τοὺς νεφροὺς κτᾶται ὁ Κύριος, λεγέτω τό· Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπι θυμία μου. Νεφροὺς ειναί φησι τοὺς φόβῳ πληκτομένους· λέγει ουν· Οτι σὲ διαπαν τὸς ἐφοβούμην, ἐπεὶ πρὸ ὀφθαλμῶν ειχον ἀεὶ τὴν σὴν κρίσιν. -Εἰκότως φησίν· Τὸν σὸν φόβον ἐκτησάμην, ἐπειδὴ καὶ οτι κυόμενόν με ἡ