ἑ. Βεελ φεγὼρ εἴδωλον τοῦ Βὴλ ἐν τῷ τόπῳ τοῦ Φεγώρ. Καὶ ἔφαγον θυσίας νεκρῶν, κ. τ. ἑ. Τελετὰς ἤγαγον τῷ Βεελφεγὼρ, μνησθέντες ἐν τοῖς μυστη ρίοις αὐτοῦ. Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, κ. τ. ἑ. Ἀνω τέρω μὲν λέγει, ὅτι ἔστη Μωϋσῆς καὶ ἀπέστρεψε τὴν θραῦσιν, ἀλλ' ἐκόπασεν ἡ θραῦσις. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, κ. τ. ἑ. Μίγνυταί τις τοῖς ἔθνεσι δουλεύων γλυπτοῖς. Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, κ. τ. ἑ. Πορνεύει ψυχὴ σπέρματα λαμβάνουσα τῆς ἀντικειμένης δυνάμεως, καὶ τίκτουσα τέκνα πονηρά. Καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, κ. τ. ἑ. «Κληρονομία Κυρίου ψυχαὶ λογικαί.» Καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτοὺς, κ. τ. ἑ. ∆αίμονές εἰσιν οἱ μισοῦντες ἡμᾶς καὶ θλίβοντες τὰς ψυχὰς ἡμῶν. Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτοὺς, κ. τ. ἑ. Ἐντεῦθεν μανθάνομεν, ὅτι καὶ τοῦ ἐλεεῖσθαι ἡμᾶς ὁ Κύριος ἀξίους ποιεῖ. ΨΑΛΜΟΣ Ρʹ. Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, κ. τ. ἑ. Ψυχὴ κενή ἐστι ἡ ἀρετῶν καὶ γνώσεως ἐστερημένη. Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θα νάτου, κ. τ. ἑ. Καθὸ φῶς ἐστιν ὁ Κύριος, ἐξάγει 12.1568 ἡμᾶς ἐκ τοῦ σκότους, καθὸ δὲ ζωὴ, ἐκ θανάτου· καὶ πάλιν ὡς δυνατὸς διαῤῥήσσει δεσμούς. Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, κ. τ. ἑ. Ὥσπερ οἱ νοσοῦντες πᾶν βρῶμα βδελύσσονται, οὕ τως οἱ ἀκάθαρτοι πᾶσαν γνῶσιν ἀπωθοῦνται. Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ, κ. τ. ἑ. Ὅσοι περισπασμοῖς πολ λοῖς καὶ ποικίλοις διὰ τὴν τῆς ἀρετῆς ἐργασίαν περι πίπτουσιν, οὗτοι ὁρῶσι τὰ ἔργα Κυρίου, τουτέστι τοὺς λόγους τῶν γεγονότων καὶ γινομένων. Καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη, κ. τ. ἑ. Σοφίαν Θεοῦ καταπίνει κακία· δικαιοσύνη δὲ Κυρίου διαφθείρει κακίαν. Καὶ ἐσίγησε τὰ κύματα αὐτῆς, κ. τ. ἑ. Σιγὴν τῶν κυμάτων τὴν φθορὰν ὠνόμασε τῶν πειρασμῶν. Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ, κ. τ. ἑ. Ἐγκατέλιπεν αὐτοὺς πλανωμένους, καὶ οὐκ ἀντελάβετο αὐτῶν διὰ τὴν κακίαν αὐτῶν. ΨΑΛΜΟΣ ΡΖʹ. Ἑτοίμη ἡ καρδία μου, κ. τ. ἑ. Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἡτοίμασε τὴν καρδίαν τῷ Θεῷ. Μωὰβ λέβης τῆς ἐλπίδος μου, κ. τ. ἑ. Λέβης ἐστὶν ὁ τῷ πνεύματι ζέων, καὶ ἐλπίζων ἐπὶ τὸν Κύ ριον· ἥτις ἐλπὶς οὐ καταισχύνει τὸν ἐλπίζοντα. Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, κ. τ. ἑ. Ἡ σάρξ ἐστι τὸ ὑπόδημα τοῦ Χριστοῦ, ᾗ χρησάμενος ὁ Κύριος ἐπεδήμησε τῷ βίῳ τῶν ἀν θρώπων. ΨΑΛΜΟΣ ΡΗʹ. Καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ, κ. τ. ἑ. Ὧν ἐκκόπτει ὁ Σατανᾶς τὰ ἔργα τὰ δεξιὰ, τούτων ἕστηκεν ἐκ δεξιῶν. Ἐν δὲ τῷ Ζαχαρίᾳ φησί· «Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβο λος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ·» οὐχ ἁπλῶς δὲ, ἀλλὰ «τῷ ἀντικεῖσθαι αὐτῷ·» οὐκ ἀντίκειται δὲ τῷ Ἰούδα. Γενηθήτωσαν υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα, κ. τ. ἑ. Οὐκ ἐπαρᾶσθαι ὁ δίκαιος, ἀλλὰ προσεύχεσθαί μοι δοκεῖ. «Εὐλογεῖτε γὰρ τοὺς ἐχθροὺς ὑμῶν, φησὶν ὁ Ἀπόστολος, εὐλογεῖτε καὶ μὴ κατ αρᾶσθε.» Ὀρφανοὶ τοίνυν εἰσὶ λογισμοὶ πονηροὶ τὸν ἑαυτῶν θάψαντες πατέρα τὸν Σατανᾶν· χήρα δὲ ψυχὴ ἡ μὴ ἐπιλαβοῦσα σπέρματα παρὰ τοῦ διαβόλου. Εὖ δὲ καὶ ἡ τάξις ἔχει. Πρότερον μὲν γὰρ περιαιρεῖ τὰς κατ' ἐνέργειαν ἁμαρτίας, ἔπειτα δὲ καὶ τὰ τούτων φαῦλα νοήματα. Γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς περιζώννυται, κ. τ. ἑ. Αὕτη ἡ ζώνη σημαίνει τὴν τοῦ ἐπιθυμητικοῦ ἄλο γον πύρωσιν. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, κ. τ. 12.1569 ἑ. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς καταφρονοῦντας τῆς ἐγκρατείας. Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις, κ. τ. ἑ. Τοῦτον εὐλογεῖ Κύριος, ὃν ἀντικείμενοι καταρῶνται. ΨΑΛΜΟΣ ΡΘʹ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων, κ. τ. ἑ. Εἰ ἀρχὴ τοῦ Υἱοῦ ὁ Πατὴρ, ἡ δὲ ἀρχὴ ἦν μετὰ τοῦ Χριστοῦ, καλῶς λέγει ἐν τοῖς Εὐαγγελίοις τό· «Οὐκ εἰμὶ μό νος, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατήρ.» Ἡμέραν δὲ δυνάμεως εἶπε τὴν ἡμέραν τοῦ σταυροῦ, ἢ τῆς ἐνανθρωπήσεως. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, κ. τ. ἑ. Ἀντὶ τοῦ, Πρὸ πάσης λογικῆς φύσεως ἐγέν νησά σε. Τὸ γὰρ βαθύτερον