1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

132

δὲ θεασάμενος· Ἔπεσον, φησίν. (δʹ.) Ἡ δὲ τοῦ Κυρίου δόξα εἰσῆλθεν εἰς τὸν οἶκον κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς. Καὶ οὐκ ἔφη τὸν Κύριον εἰσεληλυθέναι· ἀπερίγραφος γὰρ ἡ θεία φύσις· ἀλλὰ τοῦ Κυρίου τὴν δόξαν, τουτέστι τὴν ὀφθεῖσαν θεωρίαν. εʹ, ʹ. Καὶ ἀνέλαβέ με Πνεῦμα, καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου. Καὶ ἔστην, καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρός με. Ἐπειδὴ γὰρ καὶ ἡνίκα τὴν σκηνὴν ὁ μακάριος ἔπηξε Μωσῆς, ἡ δόξα Κυρίου ἐπλήρωσεν αὐτὴν, καὶ ὅτε Σολομὼν τοῦ νεὼ τὴν οἰκοδομίαν συμπληρώσας τὴν τῶν ἐγκαινίων ἐπετέλεσεν ἑορτὴν, πάλιν ὡσαύ τως ἡ δόξα Κυρίου ἐπλήρωσε τὸν οἶκον, ἀναγκαίως καὶ ταύτης τῆς οἰκοδομίας δειχθείσης, καὶ ἐπιφαί νεται ὁ ∆εσπότης, καὶ τῆς οἰκείας δόξης τὸν οἶκον πληροῖ, δεικνὺς, ὅτι οὐ μόνον οἰκοδομηθήσεται, ἀλλὰ καὶ τῆς θείας ἐνεργείας πληρωθήσεται. "Καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενος ἐμοῦ." Ἔδειξεν ὡς ἄγγε λος ἦν ὁ τὴν οἰκοδομίαν μετρήσας τε καὶ ὑποδείξας, καὶ εἰκὸς τὸν ἅγιον αὐτὸν εἶναι Μιχαήλ· αὐτὸς γὰρ τὴν τοῦ λαοῦ κηδεμονίαν ἐγκεχείριστο. ζʹ. Καὶ εἶπε πρός με (οὐχ ὁ ἄγγελος, ἀλλ' ὁ ∆εσπότης)· Ἑώρακας, υἱὲ ἀνθρώπου, τὸν τόπον τοῦ θρόνου μου, καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου. Οὕτω καὶ ὁ μακάριος ∆αβὶδ ὑπο πόδιον τοῦ Θεοῦ τὸν θεῖον ὀνομάζει νεών. "Προσ κυνεῖτε γὰρ, φησὶ, τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν." Τόπον δὲ θρόνου τοῦτον ὠνόμα σεν, ὡς ἐπαναπαυόμενος ἐπ' αὐτῷ. Τούτοις ἐπάγει· "Οὗ κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ἰσραὴλ εἰς τὸν αἰῶνα." Οὐκ εἶπε, κατεσκήνω σεν, ἀλλὰ κατασκηνώσει· κατασκηνώσει δὲ εἰς τὸν αἰῶνα ἁγίων ἐν μέσῳ, καὶ τῶν ἀληθῶς Ἰσραὴλ 81.1229 ὀνομαζομένων, καὶ ὁρᾷν αὐτὸν δυναμένων, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατόν· οὐκ ἐν τῷ τύπῳ, ἀλλ' ἐν τῇ ἀληθείᾳ. Τύπος δὲ ἦν τῶν ἐπουρανίων ἐκεῖνα. "Ὅρα γὰρ, φησὶ, ποιήσῃς πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει." Ἀψευδὴς τοίνυν ἡ ὑπόσχεσις· καὶ γὰρ ὁ ∆εσπότης Χριστὸς ταύτην βεβαιῶν πρὸς τοὺς ἱεροὺς ἀποστόλους ἔφη· "Πολ λαὶ μοναὶ παρὰ τῷ Πατρί μου· εἰ δὲ μή γε, ἔλεγον ὅτι πορεύσομαι, καὶ ἑτοιμάσω τόπον ὑμῖν· πάλιν ἐλεύσομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε." Ἐν τῷ τύπῳ τοίνυν οὔτε κατεσκήνωσεν, οὔτε κατασκηνώσει ὁ Θεὸς εἰς τὸν αἰῶνα· κατεψηφίσατο γὰρ αὐτῶν, λέγων· "Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος." Προσήκει τοίνυν ἀπὸ τῶν τύπων ἐπὶ τὴν ἀλήθειαν ἀναβαίνειν, κἀκείνην ἀναμένειν τοῦ Θεοῦ τὴν κατα σκήνωσιν. Καὶ τὰ ἐπαγόμενα τῇ προλεχθείσῃ συν ομολογεῖ ἑρμηνείᾳ. "Καὶ οὐ βεβηλώσουσι, φησὶν, οὐκέτι ὁ οἶκος Ἰσραὴλ τὸ ὄνομά μου τὸ ἅγιον, αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν, ἐν τῇ πορνείᾳ αὐτῶν, καὶ ἐν τοῖς παραπτώμασι τῶν ἡγουμένων αὐτῶν ἐν μέσῳ αὐτῶν." Τοῦτο δὲ εἴ τις περὶ τοῦ Ἰσραὴλ ἁπλῶς λάβοι, ψευδὲς εὑρήσει· πολλὴν γὰρ αὐτῶν καὶ μετὰ τὴν ἐπάνοδον ἀσέβειαν καὶ ὁ Ἔσδρας κατηγορεῖ, καὶ τῶν Μακκαβαίων ἡ ἱστορία· καὶ οὐ μόνον τῶν ἄλλων Ἰσραηλιτῶν, ἀλλὰ καὶ τῶν ἱερέων καὶ τῶν ἀρχιερέων. Ἡ δὲ κατὰ τοῦ ∆εσπότου λύττα ποίαν ἀσεβείας ὑπερβολὴν καταλείπει; Οὐδὲ ταῦτα τοίνυν ἁπλῶς τῷ Ἰσραὴλ ἁρμόττει, ἀλλὰ τοῖς καθα ρὸν ἔχουσι τῆς διανοίας τὸ ὄμμα, καὶ ὁρᾷν τὸν Θεὸν δυναμένοις, καὶ τὴν πνευματικὴν λατρείαν ἀσπαζομένοις. ηʹ. Ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου, φησὶν, ἐν τοῖς προθύροις αὑτῶν, καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὑτῶν, καὶ ἔδωκαν τὸν τοῖχόν μου, ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν ταῖς ἀνομίαις αὑτῶν, ἃς ἐποίουν. ∆ιὰ πάντων διδάσκει ὡς οὐδὲ αὐτοῖς ἱερὸς καὶ ὁ θεῖος νεὼς ἐνομίζετο, ὡς πάντα ἐν ἐκείνῳ δρᾷν, ἃ ἐν ταῖς οἰκίαις ἐποίουν. Οὗ χάριν φησί· "Καὶ συνετέλεσα αὐτοὺς ἐν τῷ θυμῷ μου, καὶ ἐν φόνῳ." ∆ίκας αὐτοὺς, φησὶ, τῆς παρανομίας ἐπραξάμην, καὶ σφαγῇ αὐτοὺς παρ έδωκα. Εἶτα παραινεῖ καταλιπεῖν αὐτοὺς τὴν προ τέραν ὁδὸν, καὶ τῆς ἀσεβείας ἀπαλλαγῆναι, καὶ αὐ τοὺς, καὶ τοὺς ἡγουμένους αὐτῶν· καὶ ὑπισχνεῖται, τούτων γιγνομένων, κατασκηνοῦν ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. Καὶ ἔτυχον ἂν τῶν