De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται." {Β.} Σαφὴς καὶ ἀπαραλόγιστος τῶν εἰρημένων ἡ πίστις. Ἀλλ' ἱδρῶτα μέν, ὦ γενναῖε, τὸν ἐπὶ τῷδε μέθες· εἴη γὰρ ἂν οὐκ ἀσυμφανὲς ὡς ἐν ἀκλονήτῳ διαμονῇ κείσεται, τό γε ἧκον εἰς βασιλείαν τε καὶ δόξαν ἰδίαν, ὁ Μονογενής, ἕξει τε ὡσαύτως ἀεὶ τὴν ἐπὶ θάτερα παρατροπὴν διωθού μενος· πάθοι γὰρ ἂν ἥκιστά γε τὸ πεφυκὸς ἀνιᾶν, τὴν ὑψοῦ τε καὶ ἀνωτάτω καὶ τὴν ἐπέκεινα τοῦ παθεῖν ἀποτε μόμενος φύσιν. Ἐπειδὴ δὲ κατακερτομεῖ τις ἡμᾶς πρὸς οἷς ἔφην ἕτερος τῶν διεστραμμένων, ἀσύνετος μέν, ὡς ἔοικε, πλὴν οὐκ ἄτραχυς λόγος, "ἐπ' αὐτὸν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ," κατὰ τὴν τοῦ προφήτου φωνήν, "καὶ ἐπ' αὐτῷ περιτιθέσθω ὁ περιτιθέμενος τὴν ῥομφαίαν αὐτοῦ, ὅ ἐστιν ὅπλα αὐτοῦ." Ὡς εὖ ἴσθι τοι δριμείας ἡμᾶς ἀπαλλάξεις φροντίδος, οἶμον ἰὼν ταυτηνὶ καὶ παρε νεγκὼν εἰς τοῦτο τοῦ λόγου τὴν βάσανον. Φασὶ τοίνυν ὅτι Τὸν ὁμόθρονον, καθ' ὑμᾶς, τῷ Πατρὶ καὶ σκῆπτρον ἔχοντα τὸ θεοπρεπές, τί μὴ καὶ ἰδίαν διακεκτῆσθαι δύναμιν αἱ θεόπνευστοι χρησμῳδοῦσι Γραφαί; Ἐνεργούμενον γὰρ αὐτῷ δὴ τουτὶ τὸ δύνασθαι παρὰ τοῦ Πατρὸς κατίδοι τις ἄν, καὶ ἐξ αὐτῶν ἀναμάθοι τῶν τοῦ Σωτῆρος ῥημάτων. Ἔφη γάρ· "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ." Καὶ πάλιν· "Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα." {Α.} Ἰσχύος οὖν ἄρα τῆς θεοπρεποῦς ἐπιδεᾶ καὶ ἄναλκιν ἀληθῶς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Υἱὸν ὁ θρασὺς τῶν δι' ἐναντίας καταμαντεύεται λόγος, οἷς ἂν εἰκότως πρός τε ἡμῶν αὐτῶν καὶ πρὸς αὐτοῦ λέγοιτο τοῦ Χριστοῦ· "Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ." Ὥσπερ γάρ ἐστι καὶ πρόσωπον καὶ εἰκὼν τοῦ Πατρός, καὶ σοφία καὶ δόξα καὶ ἀπαύγασμα καὶ χαρακτήρ, οὕτως ἂν νοοῖτο καὶ δύναμις, δι' ἧς ἐνεργὸς εἰς πᾶν ὁτιοῦν τῶν πεποιημένων γέγονέ τε καὶ ἔστι καὶ ἔσται. "Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν." Ὅνπερ γὰρ τρόπον οἱ βαναυσικῆς τινος τέχνης ἐπιστήμονες, χαλκοτύποι τυχόν, ἤγουν ἐπιτήδευμα τὸ λιθουργικὸν οὐκ ἀθαυμάστως ἐξησκημένοι, δρῷεν ἂν 616 οὐχ ἑτέρως τὰ τεχνουργούμενα πλὴν ὅτι διὰ χειρὸς τῆς ἰδίας, καὶ τῆς ἐνούσης αὐτοῖς ἀλκῆς τε ὁμοῦ καὶ τῆς εἰς ἔργα σοφίας, κατὰ τὸν αὐτόν, οἶμαι, λόγον ὁ Θεὸς καὶ Πατὴρ τὴν ἐφ' οἷς ἂν ἐθελήσειεν ἐνέργειαν δημιουργικὴν ὡς διὰ δυνάμεως ἰδίας ποιήσεται τοῦ Υἱοῦ. Καὶ γοῦν ὁ θεῖος ∆αβίδ, ζῶσάν τε καὶ ἐνυπόστατον ἐνέργειάν τε καὶ δύναμιν τοῦ Πατρὸς εἰδὼς τὸν Υἱόν, κατηντιβόλει λέγων· "Ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεός, τοῦτο ὃ κατηρτίσω ἐν ἡμῖν." Παῦλος δὲ ὁ σοφώτατος Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν ἀνεκεκράγει σαφῶς. {Β.} Οὐδ' ἂν αὐτοὶ φαῖεν ἄναλκιν εἶναι τὸν Υἱόν, ἀλλ' οὐδέ, ἐν ἴσῳ προφήταις καὶ ἀποστόλοις, ἑλεῖν ἐν χρόνῳ τὸ δύνασθαι κατὰ χάριν, λαβεῖν δὲ μᾶλλον αὐτῇ τῇ ὑπάρξει συγκαταβεβλημένον εὐθὺς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν. {Α.} "Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι," κατὰ τὸ γεγραμμένον. Ἀγνοεῖν γὰρ ἐοίκασι τὸ ζητούμενον. Πολυπραγμονεῖ δὲ ἡμῖν εἰς τὸ παρὸν ὁ λόγος οὐχὶ πηνίκα καὶ πῶς δέδωκεν ὁ Πατὴρ τὸ δύνασθαι τῷ Υἱῷ, ἀλλ' εἴπερ ὅλως δοτόν, καὶ οὐχὶ μᾶλλον ἐμπεφυκὸς οὐσιωδῶς αὐτῷ τὸ χρῆμά ἐστιν. Ὀνήσει γὰρ ἂν τὸ σύμπαν οὐδέν, εἴς γε τὸ ἀμωμήτως ἔχειν τὸ ὅσον ἐφ' ἑαυτῇ τὴν τοῦ Υἱοῦ φύσιν, τὸ καὶ ἐν ἀρχαῖς δεδόσθαι λέγειν αὐτῇ τὸ δύνασθαι παρὰ τοῦ Πατρός, ἐπείτοι τὸ δυσκλεὲς ἐν τῷ δεδεῆσθαι φαίνεται καὶ ἥκιστα μὲν ἔν γε τῷ μὴ ἐν ἀρχαῖς ἑλεῖν, ἀλλ' ἐν τῷ τι τῶν ὄντων εἰσποίητον ἔχειν. ∆εῖ δὲ δὴ πάντως ἰσχύος ἐπιδεᾶ προανα φαντάζεσθαι τοῦ λαβεῖν τὴν τοῦ Υἱοῦ φύσιν καὶ δυνάμεσι μὲν οὐκ ἰδίαις, ὀθνείαις δὲ μᾶλλον εἰς τοῦτο ἠγμένην. Τί δὲ δὴ καὶ φαῖεν ἂν ἐρομένῳ τόδε; {Β.} Τὸ ποῖον; {Α.} Τὸ ὑπό του δυναμούμενον, αὐτὸ φαῖεν ἂν εἶναι τὸ δυναμοῦν ἢ παρ' ἐκεῖνο ἕτερον; {Β.} Ἕτερον, οἶμαί που. {Α.} Εἴπερ οὖν ἐνήργηκε, κατ' αὐτούς, ἐν Υἱῷ τὴν δύναμιν ὁ Θεὸς καὶ Πατήρ, αὐτὸς τὴν ἰδίαν ἰσχὺν