1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

133

δόξαν. Τῷ δὲ κυβερνᾶν τὸν κρατοῦντα, καὶ μᾶλλον ἐφ' ἱκετείαις, ὅτε μὲν ἐκεῖνος προσαναφέρων ἠξίου, ὁ δὲ κρατῶν οὐ ῥᾳδίως κατένευε, κἀντεῦθεν κατὰ τὸ δοκοῦν ᾠκονόμει τῷ δεομένῳ τὸν ἐλπισμόν, ὡς μὴ ἀπογνοίη ἀποπεμφθείς, ἐλπίζων ἴσως ἀνύειν ἐσύστερον, κἂν λέγων πολλάκις οὐκ ἤνυε, τὴν τοῦ ψεύδους ὑποψίαν προσκτώμενος, κατεκρίνετο. Τὰ δὲ ἐγκλήματα ταῦτα, καθάπαξ ταῖς τῶν πολλῶν ψυχαῖς ἐνιζήσαντα, ἐξῆπτε τὸ ἀπὸ τῶν πολλῶν μῖσος, ὅτι τε ἀντίζηλος εἴη τῷ πατριάρχῃ, τὴν ἐκείνου κατασχὼν ἐκκλησίαν, καὶ ὅτι ἀπὸ θρόνου τῆς θυγατρὸς τῷ θρόνῳ τῷ τῆς μητρόςοὕτω γὰρ τὰς ἐκκλησίας ἐκάλουνἀνέδην οὕτω καὶ αὐθαδῶς εἰσπηδήσειεν. Ὅθεν καὶ δυσὶν ἐνισχομένου ἐγκλήμασιν, οὐκ ἦν ὅστις ἀγαθὸν ἐλάλει περὶ ἐκείνου, τῶν μὲν προσκειμένων τῷ πατριάρχῃ, τῶν δὲ καὶ ἑπομένων ἴσως ταῖς γνώμαις ἐκείνων. Ἦσαν δὲ καὶ τῶν περιττῶν καὶ εἰς κακηγορίας εὐκόλων οἳ καὶ προσονειδίζοντες Μαρκουτζᾶν προσωνόμαζον, προσάπτοντες ὄνομα Περσικόν, ἐξ αἰτίας τῆς ὅτι ἐκεῖνος τὸ σύνεγγυς γένος Λαζὸς ἦν, τὸ δ' ἀνέκαθεν καὶ Γαβρᾶς. Τέως τὸν τρόπον μεμφόμενοι τὸν ἐκείνου δῆθεν, τοῦτο μὲν ὡς ἀπερίσκεπτον καὶ θρασύν, μὴ εἰδότος ἧς οὐ μετὸν ἐπιβαίνει τιμῆς, τοῦτο δὲ καὶ ὡς ἐπὶ κολακείᾳ διαβαλλόμενον τῇ 369 πρὸς βασιλέα, προσεμωκῶντο τὸ γένος, ὡς ἐκεῖθεν ὂν ὁπόθεν καὶ τὸ Περσικὸν εἶναι διωμολόγητο. Ὅμως γέρων ὢν καὶ παίδευσιν ἀρχαίαν ἔχων ἐκκλη σιαστικὴν ἐκ Γερμανοῦ τοῦ μακαρίτου, πολλὰ τῶν τῆς τάξεως τῆς ἐκκλησίας καθίστα πρὸς τὸ ἀρχαιότερον, παρῃρημένα καὶ χρόνῳ καὶ ἀμελείαις.

ιδʹ. Ὅπως τὸν Ὁλόβωλον μεταγαγὼν ὁ πατριαρχεύων εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν ὀφφικίῳ ῥήτορος ἐτίμα καὶ διδάσκαλον καθίστα. Τὸ δὲ μεῖζον ὅτι καὶ φιλολόγος ὢν ἐς τὰ μάλιστα, τῷ Ὁλοβώλῳ, εὐφυεῖ γε ὄντι καὶ πλήρει λόγων, καὶ προσετετήκει, ὥστ' ἀποχρῶν κατὰ τὸ παρεστὸς ἡγούμενος, τοῦτο μὲν εἰς τὴν ἐκείνου παραμυθίαν, παθόντος οἷα πεπόνθει, τοῦτο δὲ καὶ εἰς τῶν ἐκκλησιαστικῶν ἀγωγὴν εἰς παίδευσιν λογικήν, τὸ ἐκεῖνον ἐκ τῆς τοῦ Προδρόμου μονῆς ἐξελθεῖν καὶ προσοκεῖλαι τῇ ἐκκλησίᾳ, ἔργον πάσης ἀσχολίας ἐπέκεινα τίθεται τὸ ὑπὲρ τούτου πρεσβεῦσαι τῷ βασιλεῖ καὶ τὸ τῆς πρεσβείας ἐπαγωγὸν προβαλέσθαι, ὡς· «Ἤδη μὲν ὁ Ἀκροπολίτης καὶ μέγας λογοθέτης Γεώργιος, ἐφ' ἱκανὸν ἐκ προστάξεως σῆς, βασιλεῦ, ἐνιδρώσας παραδιδοὺς τὰ μαθήματα, ἤδη καὶ ἀποκεκαμήκει, καὶ χρεία ἐστὶν ἄλλους ἀνάγεσθαι, καὶ τῶν ἄλλων οὐχ ἧττον τοὺς τῆς ἐκκλησίας, παρ' ὅσον καὶ ἀνάγκη προβαίνειν τούτους τῷ λόγῳ, ταῖς ἐκκλησιαστικαῖς χρείαις ὡς μάλιστα χρησιμεύσοντας. Κατάνευε τοίνυν ἡμῖν ἀξιοῦσιν, ὡς ὑπὲρ τῆς ἐκκλησίας πρεσβεύουσι, καὶ ἐξευμενίζου τῷ Ὁλοβώλῳ, καὶ δέχομαι τοῦτον καὶ κατὰ τὸ εἰκὸς τιμῆσαι καὶ εἰς διδάσκαλον καταστῆσαι τοῖς προσφοιτῶσι τῆς λογικῆς παιδεύσεως.» Καὶ ταῦτα μὲν τὸν πατριάρχην ἐκεῖνον εἰπεῖν, καὶ εἰπόντος εὐθὺς κατανεῦσαι τὸν βασιλέα καὶ τῇ ἀξιώσει καθυποκλῖναι. Ἦν γὰρ ταῖς ἀληθείαις κἀκεῖνος πρὸς τὰ παλαιὰ τῆς Κωνσταντίνου παρακνιζόμενος, ὡς καταστῆσαι μὲν κλήρους, ἕνα μὲν ἐπὶ τῷ περιωνύμῳ τῶν Ἀποστόλων ναῷ, θάτερον δὲ ἐπὶ τῷ τῶν Βλαχερνῶν, καὶ ὑμνοπόλους ἐρρόγους τάξαι τοῖς κλήροις τοὺς ἐκ τῆς πόλεως ἱερεῖς, συστήσασθαι δὲ καὶ κατὰ τὸν τοῦ μεγάλου Παύλου νεὼν ἐν τοῖς ἀρχαίοις ὀρφανοτροφείοις γραμματικευομένων σχολὴν καὶ ῥόγαις ἐτησίοις ἐπιρρωννύειν τόν τε διδάσκαλον καὶ τοὺς παῖδας, ὡς ἐφιστάνειν ἐνίοτε τῇ σχολῇ καὶ ὁποῖος ἕκαστος καὶ ὅπῃ λόγων προκόπτοι, ἔστι δ' οὗ καὶ τὰ εἰκότα φιλοτιμεῖσθαι, 371 εἰ δ' οὖν, ἀλλ' ἄνεσιν τοῖς παισὶ διδόναι τῆς ἀσχολίας κατά τι πάτριον σύνηθες. Τότε δ' οὖν ὑποκλιθέντα ταῖς τοῦ ἱεράρχου αἰτήσεσι, προσπαθῆσαί τε αὐτίκα τῷ καταδίκῳ καὶ ἐξελθεῖν κελεῦσαι· ὃν δὴ κἀκεῖνος δεξάμενος πολλοῖς ἦν ἀγάλλων τοῖς ἀγαθοῖς, προσεπισφραγίσας καὶ ῥήτορα, καὶ ὑπ' αὐτῷ διδάσκοντι πᾶσιν ἐξηνοίγνυ τὸ τῶν μαθημάτων διδασκαλεῖον.

ιεʹ. Ὅπως ἐγκληθέντες τινὲς τῶν τοῦ παλατίου καθοσιώσεως καὶ τὸν πατριάρχην εἰσῆγον Ἀρσένιον. Τοῦ ἔτους δ' ἐκείνου καὶ καθοσιώσεως ἔγκλημα τοῖς