σὴ περιεφρούρει πρόνοια. -Τὸ δὲ ἐκ τήσω τοὺς νεφρούς μου, οτι περ ὁ κτώμενος κήδεται, καὶ τῆς μήτρας ἐξελθὼν, εὐθέως τῆς σῆς προνοίας ἀπέλαυσα. Εἰ ἡ ἀγνοία ββ. ̔Ο σώφρων καὶ ἀγαμίᾳ σχολάζων ἐρεῖ· Σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε. ̔Η γὰρ καθαρότης κτῆμα Θεοῦ. Ειτα γνῶσιν τῶν ὑπ' αὐτοῦ γεγονότων καὶ παραδοξοποιουμέ νων λαβὼν, ἐρεῖ· 138.14 ̓Εξομολογήσομαι, οτι φοβερῶς ἐ θαυμαστώθης. Εὐκαίρως μετὰ τὴν προειρημένην θεολο γίαν, τὴν ἐξομολόγησιν ἀναφθέγγεται. Θαυμάσια τὰ εργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα· οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ο ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτω τῆς γῆς. Τὸ ἀκατέργαστόν μου ειδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς. Τὸ δὲ σφόδρα, η τῷ γινώσκει, η τῷ θαυ μάσια συναπτέον. ̔Η δὲ τοῦ ὀστοῦ σύμμιξις, ἠγνοημένη τοῖς αλλοις, σοὶ καθέστηκε δήλη. Καὶ οἱ συγγραψάμενοι δὲ περὶ τῆς τῶν ζώων φύσεως καὶ γενέσεως, ἀκατάληπτον ειναί φασι τὴν τοῦ αιματος εἰς ὀστέα μεταβολὴν, τῶν σαρκῶν καὶ νεύρων ἀμηγέπη κατα λαμβανομένων, ὡς εχουσιν. Καὶ ἐν ̓Εκκλη σιαστῇ δὲ λέγεται· ̔Ως ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης, ουτως οὐ γνώσῃ ποιήματα τοῦ Θεοῦ. Οὐκ ἐκρύβη δὲ ἀπὸ σοῦ, οὐδὲ ἡ ψυχή μου ἐν ᾳδου γεγενημένη, η τὸ σῶμα κατο ρυχθὲν καὶ εἰς γῆν διαλυθὲν, παρὰ σοῦ θεω ρεῖται. -Τὴν αἰτίαν τῆς παραβάσεως τοῦ προπάτορος ὁ μέγας ∆αυὶδ ἐν ψαλτηρίῳ ἀ νακρουόμενος, καὶ πρὸς συγγνώμην αὐτῆς τὸν δεσπότην ἐξιλεούμενος, καὶ τὴν αφευκτον τοῦ Θεοῦ γνῶσιν ἐσήμανεν, καὶ τὴν μετὰ τὸ πταῖσμα τοῦ ̓Αδὰμ εὐγνωμοσύνην ἐδήλωσεν· οὐκ ἐκρύβη τὸ ὀστοῦν μου, λέγων, ἀπὸ σοῦ, ο ἐποίησας. Οὐκ ἐκρύφη, οὐκ ελαθέν σε, φη σὶ, τῆς γυναικός μου ὁ ολισθος, ην ἐκ τοῦ ὀσ τέου μου λεληθότως ἐποίησας, υπνῳ βάρει εὐνάσας με· ἀλλ' εγνως τὰ ἡμέτερα κρύ φια, ὁ ἐκείνην κρυφίως ὑποστησάμενος. ̓Οσ τοῦν τὴν ψυχὴν ὠνόμασε νῦν, ην ἐποίησε μόνος ὁ Θεὸς, κακίας ἐκτός. Υστερον δὲ γέγονεν ἐν τοῖς κατωτάτοις τῆς γῆς, τουτέσ τιν ἐν ἐσχάτῃ ἀκαθαρσίᾳ· ἀλλ' ομως καὶ τοῦτο μέλλουσαν αὐτὴν πάσχειν προεῖδεν ὁ Κύριος, καὶ διὰ τῆς προνοίας πάλιν τῷ ἰδίῳ βιβλίῳ κατέγραψεν. Βιβλίον Θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, ἐν ῳ πέφυκε διὰ τῆς γνώ σεως γράφεσθαι νοῦς καθαρός. ̓Εν δὲ τού τῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ προνοίας λόγοι καὶ κρίσεως, δι' ου βιβλίου γινώσκεται ὁ Θεὸς, ὡς δημιουργὸς καὶ σο φὸς καὶ προνοητὴς καὶ κριτής· δημιουργὸς μὲν, διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ οντος εἰς τὸ ειναι· σοφὸς δὲ, διὰ τοὺς ἀποκειμένους λόγους αὐτοῖς· προνοητὴς δὲ, διὰ τὰ συντε λοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κρι τὴς δὲ πάλιν, διὰ τὸ διάφορα σώματα τῶν λογικῶν καὶ τοὺς ποικίλους κόσμους καὶ τοὺς περιέχοντας τοὺς αἰῶνας. Καὶ πάσας τῆς ζωῆς αὐτῶν τὰς ἡμέρας, εὐρύθμως καὶ εὐπλάστως αὐτοῖς διήγαγεν, ὡς μηδεμίαν ἡ μέραν αὐτοὺς ατοπον η απλαστον ἐσχηκέ ναι. Τὸ μήπω πραχθέν μοι, φησὶν, ὡς ηδη τε λεσθὲν καθορᾷς, καὶ τούς τε μήπω τεχθέν τας ὡς ηδη τεχθέντας ἐπίστασαι. ∆ύναται δὲ νοεῖσθαι διχῶς τὸ [ἀκατέργαστόν μου, η τὸ] ακακον καὶ ἀπόνηρον καὶ ἀνεξέργαστόν μου εργον, η περίνοιαν ὀφείλεται λέγειν, ὡς τό· Ειδοσαν οἱ ὀφθαλμοί μου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται, καὶ οὐκ εστι, φησὶν, ο μὴ συνίεις, η λανθάνει σε· ἀλλὰ καὶ τὰ μέλλοντα γινώσκεις, καὶ τὸ α κακόν μου οιδας, οπως ἀγνοίᾳ ἠπάτημαι, καὶ τῷ ἀλήστῳ τῆς μνήμης σου πάντες οἱ λογισμοί μου ἐνσημαίνονται. 138.17 ̓Εμοὶ δὲ λίαν ἐπετιμήθησαν οἱ φί λοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρ χαὶ αὐτῶν. Ομοιον τό· ̔Ο δεχόμενος προφήτην εἰς ονομα προφήτου, μισθὸν προφήτου δέχεται. Οἱ φίλοι σου λίαν ἐκραταιώθησαν, ἀνθ' ων με παρήγαγες· οὐκ οντα καὶ γεγονότα δια κρατεῖς, τοὺς σοὺς φίλους τιμῶ. 138.20 Οτι ἐρισταί ἐστε εἰς διαλογισμὸν, λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. ̓Εὰν γὰρ, φησὶν, ἐριστικοί τινες καὶ σο φισταὶ διώκοιεν ἡμᾶς, συναναρπάζοντες εν τινι ῥητῷ τῆς γραφῆς, οπερ ειρηται· πρὸς ἑτέραν