περιεργάζεσθαι τὴν γέ νεσιν τοῦ Χριστοῦ καὶ τοῦ Ἑωσφόρου, οὐ τῆς ἡμετέ ρας ἐστὶ δυνάμεως. Πολὺς γὰρ ὁ περὶ τούτου λόγος καὶ δυσθεώρητος. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, κ. τ. ἑ. Πληροῖ πτώματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. ΨΑΛΜΟΣ ΡΙʹ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα Κυρίου, κ. τ. ἑ. Μεγάλα τὰ ἔργα Κυρίου διὰ τὴν ἀποκειμένην ἐν αὐτοῖς σοφίαν ὠνόμασε. Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν, κ. τ. ἑ. Ἡ τροφὴ τῶν φοβουμένων τὸν Κύριον ἡ σοφία ἐστὶ τοῦ Θεοῦ· «Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου.» Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, κ. τ. ἑ. Τὴν θεωρίαν τῶν γεγονότων ἰσχὺν ἔργων αὐτοῦ ὀνομάζει· ἰσχὺς δὲ εἴρηται ἡ γνῶσις, διὰ τὸ ἰσχὺν ἐντιθέναι τῇ φύσει τῇ λογικῇ. Ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις, κ. τ. ἑ. Ἡ μὲν ἀλήθεια ἐν τοῖς ὀρθοῖς δόγμασι θεωρεῖται, ἡ δὲ κρίσις ἐν τῇ πρακτικῇ. «Πισταὶ πᾶσαι αἱ ἐντο λαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Πιστὰς εἶπε τὰς ἐντολὰς, ἀντὶ τοῦ πίστεως ἀξίας· ὃ γὰρ ὑπισχνοῦνται, τοῦτο καὶ ποιοῦσιν· ὑπισχνοῦνται δὲ κάθαρσιν ψυχῆς λογικῆς τοῖς γνησίως φυλάττουσιν αὐτάς. ΨΑΛΜΟΣ ΡΙΑʹ. Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα, κ. τ. ἑ. Οὗτος θέλει ἐν ταῖς ἐντολαῖς αὐτοῦ σφόδρα ὁ μετὰ πάσης ἀκριβείας φυλάσσων αὐτάς. ∆όξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, κ. τ. ἑ. Ἡ σοφία τοῦ Θεοῦ, καθὸ μὲν ἀφθονίαν παρέχει θεω ρημάτων, πλοῦτος καλεῖται, καθὸ δὲ παρασκευάζει τοὺς ἀνθρώπους δοξάζειν τὸν κεκτημένον αὐτὴν, ὀνο μάζεται δόξα. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, κ. τ. ἑ. Ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις φησὶ πρὸς τοὺς μαθητάς· «Ὃ ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπετε ἐν τῷ φωτί.» 12.1572 Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, κ. τ. ἑ. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἀπερισκέπτως ἐκφέροντας τὰ θεῖα μυστήρια τῆς θείας Γραφῆς, καὶ ἀδιακρίτως· καὶ γὰρ ὁ Παῦλός φησιν· «Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκο νόμους τῶν μυστηρίων Θεοῦ.» Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται, κ. τ. ἑ. Ἀκοῆς ἀντὶ τοῦ, φήμης, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· «Ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν·» καὶ πάλιν· «Μέλλετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων.» Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ, κ. τ. ἑ. Οὐδὲν οὕτω φοβεῖται ὁ Σατανᾶς, ὡς νοῦν ὑψωθέντα ἐν γνώσει Θεοῦ. Ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται, κ. τ. ἑ. Εἰ ἡ ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται, ἡ δὲ ἁμαρτωλοῦ ἐπι θυμία ἐστὶ κακία, ἡ κακία ἄρα ἀπολεῖται τῶν ἁμαρ τωλῶν. ΨΑΛΜΟΣ ΡΙΒʹ. Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου, κ. τ. ἑ. Ἀνατολαὶ μέν εἰσι φύσεις αἱ νοεραὶ, ἐν αἷς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει· δυσμαὶ δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ, ἐν αἷς ἔδυ ποτὲ ὁ πνευματικὸς καὶ ἐπουράνιος ἥλιος. Ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, κ. τ. ἑ. Οἰκεῖ μὲν ὁ Θεὸς ἐν ταῖς ἁγίαις δυνάμεσι· προνοεῖται δὲ τῶν τα πεινῶν ἀνθρώπων, ἵνα γένηται τὸ θέλημα αὐτοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, κ. τ. ἑ. Ψυχὴν μὲν ἐγείρει ἀπὸ κακίας ἐπ' ἀρετὴν ὁ Θεὸς, νοῦν δὲ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν προτρέπεται. Ὁ κατοικίζων στείραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέ κνοις εὐφραινομένην, κ. τ. ἑ. «Εὐφράνθητι, στείρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Καὶ στείρα μὲν ἐγκαταλιπόντος Θεοῦ γίνεται ψυχὴ, μήτηρ δὲ ἐνεργοῦντος. ΨΑΛΜΟΣ ΡΙΓʹ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, κ. τ. ἑ. Εἰ ἁγίασμα τοῦ Θεοῦ ἡ Ἰουδαία ἐστὶν, ἡ δὲ Ἰουδαία ἐξομολογούμενος ἑρμηνεύεται, πᾶσα ἐξομολογουμένη ψυχὴ ἁγίασμα τοῦ Θεοῦ ἐστι. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων, κ. τ. ἑ. Τὰ ὄρη καὶ οἱ βουνοὶ νοεραὶ φύσεις εἰσὶ χαίρουσαι ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ. Εἰ γὰρ χαίρουσιν οἱ ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ μετανοοῦντι, πόσῳ μᾶλλον ἐπὶ τοσαύταις μυριάσιν ὁδευούσαις ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν Θεοῦ! Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδά των, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων, κ.