De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἁλώσεται δυναμῶν. Ἆρ' οὖν οὐχὶ γέλως ἂν εἴη πλατύς, μᾶλλον δὲ ἀποπληξία ταυτί; {Β.} Καὶ μάλα. {Α.} Ἑπόμενοι τοίνυν τῇ τῶν ἱερῶν πίστει Γραμμάτων καὶ οἱονεὶ τὴν ἐντριβῆ τοῖς σοφοῖς ἁμαξιτὸν διαστείχοντες, δύναμιν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸν εἶναι λέγωμεν τὸν Υἱόν, ἀμέσως τε ἅμα καὶ προσεχῶς, δι' οὗ καὶ ἐν ᾧ τὴν ἐπὶ πᾶσιν ἐνέργειαν ἀπόρρητον ἔχει καὶ διεπήξατο μὲν οὐρανοὺς καὶ τὰ ἐν αὐτοῖς, διιδρύσατο δὲ τὴν γῆν, παρήγαγε δὲ καὶ τὰ ὧν ἐστιν ὄχημα καὶ τροφὸς καὶ "ποιεῖ μὲν 617 ἀγγέλους πνεύματα, τοὺς δὲ λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα," κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ κατανεύσαντος τοῦ Πατρὸς καὶ τοῖς ἐν τῷδε τῷ κόσμῳ τὴν σωτηρίαν, κεχρημάτικέ τε καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενής, ὅς ἐστιν ἰσχὺς καὶ δύναμις τοῦ Πατρός, ἐζωοποίει μὲν τοὺς νεκροὺς καὶ τῶν μνημάτων ἀνίστησι τοὺς ἤδη κατεφθαρ μένους καὶ πονηρὰ μὲν τῶν ἀνθρώπων ἀπεσόβει πνεύματα, τοῖς δὲ τῶν ὀμμάτων ἐστερημένοις ἀσύνηθες μέν, γλυκὺ δ' οὖν ὅμως ἐνίει τὸ φῶς, καὶ τὰ τούτοις ἀδελφὰ καὶ ἰσοπαλῆ τερατουργήματα κατ' ἐξουσίαν εἰργάζετο τὴν θεοπρεπῆ. {Β.} Ἀλλ' ἐνεργοῦντος, φησίν, ἐν αὐτῷ τοῦ Πατρός. {Α.} Καὶ τίς ἂν γένοιτο τῆς τοῦ Πατρὸς ἐνεργείας ὁ τρόπος, οὐκ ἂν ἔχοιεν, οἶμαί που, φιλοπευστοῦσιν εἰπεῖν. Ἆρ' ὡς δι' ὀργάνου καὶ ὑπουργικὴν εἰσφέροντος χρείαν τοῖς τοῦ τεκόντος θελήμασι τοῦ Υἱοῦ ἤ, ὅπερ ἐστὶν ἄμεινόν τε καὶ ἀληθές, ὡς διὰ δυνάμεως τῆς ἰδίας ἐνήργηκεν ὁ Πατήρ; Εἰ δὲ δὴ παρέντες τὸ ἄμεινον καὶ τὸ ὀρθῶς ἔχειν εἰκότως ὑπειλημμένον ἐξιτηλότατα παραθέοντες, ὀργανικὴν αὐτῷ τὴν ἐνέργειαν περιθεῖεν οἱ τάλανες, ἰστέον ὅτι διοιχή σεται μὲν εἰς τὸ μηδέν, καταρρεῖ δὲ ἤδη πρὸς τὸ ἀκαλλὲς ἡ περὶ αὐτοῦ δόξα καὶ χάρις. Ὅτι γὰρ οὐδὲν παντελῶς, τό γε ἧκον εἰς αὐτήν, ἡ διὰ τῶν ὀργάνων ἐστὶν ὑπουργία, τοῖς δὲ κινεῖν εἰωθόσι καὶ ἐφ' ὅτῳπερ ἂν ἕλοιντο παρατρέπειν αὐτὰ τὰ τῆς εὐκλείας ἀνῆπται μόνοις, σαφὲς ἂν γένοιτο καὶ δι' αὐτῆς ἡμῖν τῆς θείας Γραφῆς. Ἔφη γάρ που Θεός, τὴν ὀργανικὴν ὑπουργίαν ὡς ἀνόνητον διαγελῶν· "Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψω θήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;" Οὐκοῦν, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν, νοοῖτ' ἂν οὐδέν, καίτοι Θεὸς ὢν ὁ Λόγος, ἐνέργειαν μὲν οὐδεμίαν ἔχων φυσικήν, ἀψύχοις δὲ ὥσπερ ὀργάνοις προσεοικὼς καὶ τοῖς τοῦ κινοῦντος θελήμασιν ὑποκείμενος. Φύσεως δὲ οὕτως ἔχων (δοκεῖ γὰρ ὧδε ληρεῖν τοῖς δι' ἐναντίας), λόγοις ἡμᾶς ἀνθότου τοῖς ὑπὲρ ἀξίαν κατακροτεῖ λέγων· "Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι." Καὶ πρός γε τούτῳ, σαφέστατά τε καὶ ἐναργῶς ταῖς ἰσοστάθμοις τιμαῖς αὐτὸς τὴν ἰδίαν κατεχρύσου φύσιν, ἀναφανδὸν ἀνακεκραγώς· "Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ." Καίτοι πῶς οὐκ εὐμαθὲς καὶ ψευδοεπείας ἁπάσης ἀπηλλαγμένον τὸ ἰδίαν μὲν ὅλως ἐνέργειαν μηδὲ ἐπὶ γλώττης ἔχειν, ἀπονέμειν 618 δὲ μόνῳ τὴν ἐφ' ἅπασι τοῖς δρωμένοις κατόρθωσιν τῷ Θεῷ καὶ Πατρί, λέγοντα· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται δι' ἐμοῦ τε καὶ ἐν ἐμοί, καὶ μὴν καὶ οὓς θέλει ζωοποιεῖ; Ἀλλὰ τοῦτο μὲν οὔ φησιν· ἀναμέρος δὲ ὥσπερ ἀνατιθεὶς καὶ ταῖς ἑαυτοῦ δυνάμεσι τὸ δρᾶν ἀκωλύτως ἅπερ ἂν ἕλοιτο κατορθοῦν οὐ μεῖον ἢ ὁ Πατήρ, δέδειχεν ἐναργῶς ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπεφυκὼς καὶ ὑπάρχων ἰδιοσυστάτως, ἐπάγεται φυσικῶς τὸ κατὰ πᾶν ὁτιοῦν ἰσοσθενὲς καὶ ἰσοστατοῦν εἰς ἐνέργειαν. Οὐ γάρ τοι τοῖς καθ' ἡμᾶς τὰ πολὺ λίαν ἀνεστηκότα καὶ ὑπερκείμενα κανονίζοντες, ἀνύπαρκτον εἶναι δώσομεν, κατά γε τὸν ἴδιον λόγον, τὴν ἐν Θεῷ νοουμένην ἰσχύν, τουτέστι τὸν Υἱόν. Ἔστι γάρ, ἔστι ζῶσά τε καὶ ἐνυπόστατος, ἀνίσχουσα μὲν ἀπορρήτως καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου Πατρός, τοῖς δὲ τῆς θεότητος ἰδιώμασιν οὐκ ἐπακτῶς, οὐσιωδῶς δὲ μᾶλλον ἐκπρεπής. {Β.} Εὖ λέγεις. {Α.} Ταύτῃτοι καὶ ὁ θεῖος μὲν ἔφη Μωσῆς· "Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν." Οὐκ ἔκφυλον δὲ τοῦ Θεοῦ τὴν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ δύναμιν, τουτέστι τὸν Υἱόν, ἐπιστάμενος ὁ μέγας ἔφη ∆αβίδ· "Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις