134
περὶ τὸν Φραγγό πουλον, οἰκεῖον βασιλεῖ γε ὄντα, κἀκείνοις ἀριθμουμένοις εἰς δώδεκα, προσετρίβετο, ὧν δὴ καὶ κατὰ τοῦ βασιλέως μελετησάντων ὡς κτενούντων εἰ εὐοδοῖεν αὐτίκα, Κάρουλός τις, ᾧ δὴ καὶ τὴν πρωτοβεστιαρίου Μουζάλωνος σφαγὴν ὁ λόγος ἐξεργασθεῖσαν ἐδείκνυ τὸ πάλαι, εἷς κἀκεῖνος εἰς κοινωνίαν τῆς τε βουλῆς καὶ τῆς πράξεως προσκληθείς· ὁ δέ, μὴ ἀναμείνας γενέσθαι τῷ κρατοῦντι κακὸς ἐκ πράξεως, ἐκ προσαγγελίας ἐφάνη κακὸς τοῖς καλέσασι καὶ εὐθὺς προσήγγελλε, καὶ ἡλίσκοντο. Οἳ δὴ καὶ ἐταζόμενοι ταῖς βασάνοις, ἐφ' ᾧπερ τοὺς συνειδότας εἰπεῖν, καὶ μᾶλλον εἰ καὶ ὁ πατριάρχης συνῄδει πραξείουσιν, οἱ δὲ ἄλλους μὲν οὐκ εἶχον ὁμολογεῖν, τὸν δέ γε πατριάρχην, κἂν ἀληθῶς κἂν ἐκ βίας τῆς ἐκ βασάνων, τῇ εἰδήσει ἔλεγον συνεσχῆσθαι αὐτὸν προσαναγγειλάντων. Κἀκείνοις μὲν ἀπήντων αἱ δίκαι βαρεῖαι, ποινὰς διαφόρους κατὰ τῶν ἁμαρτημάτων λόγον ἐπάγουσαι. Ἀλλ' οὐδ' ὁ πατριάρ χης ἀνεῖτο τοῦ προστριβέντος ἐγκλήματος, ἀλλ' ἐπέχων καὶ μᾶλλον ἐπεμβαίνων κειμένῳ οἱ, ὁ βασιλεὺς ἐπενεκάλει τὸ ἔγκλημα πρὸς τὴν σύνοδον καὶ δεινὰ ἐποίει, εἰ μὴ ἐκδικοῖτο μὴ ἀνεχόμενος· αὐτοὺς μὲν γὰρ ἐπ' ἐγκλήμασιν ἐκκλησιαστικοῖς τὴν δίκην ἐπαγαγεῖν, αὐτὸν δέ, εἰ μὴ καὶ ἐπὶ τῷ πρὸς βασιλέα ἐγκλήματι ὑπόσχοι ἑτέραν δίκην τὴν πρέπουσαν ὁ προδήλως κατηγορούμενος, μὴ ἀνεκτῶς τὸ σύνολον ἔχειν, κἂν ὅ τι πεπόνθει πρότερον· μηδὲ γὰρ εἶναι καλὸν μηδὲ δίκαιον τὸν ὑπὲρ τοῦ βασιλέως πολυωρεῖν ὀφείλοντα τοῖς ἐχθροῖς βασιλέα καταπροΐεσθαι. Ὡς γοῦν, σκεπτομένων τὰ περὶ τούτου, ἐδόκει καλὸν ἀποστέλλειν καὶ ἐρωτᾶν, κἂν εἰ ὁμολογοίη ἢ καὶ μὴ ὁμολογῶν ἁλίσκοιτο, ἐπιφέρειν τὴν δίκην, εἰ δ' οὖν, καὶ ἐσαῦθις σκέπτεσθαι, ὁ βασιλεὺς αὐτόθεν ἠξίου σχεδιασθῆναι τὸν 373 τῆς συνόδου ἀφορισμὸν καὶ οὕτως ἀπελθόντας οὓς ἂν καὶ τάξειαν ἔρεσθαι καί, εἰ ὁμολογοίη, ἐπενηνέχθαι τὸ πρόστιμον δίκαιον ὂν ὑπὲρ βασιλέως τῷ κατὰ βασιλέως τοῖς ἐπιθησομένοις συμπράττοντι, εἰ δ' οὖν, καὶ μὴ ὁμολο γοῦντος, τὸν δεσμὸν κεῖσθαι καὶ ἐπαναρτᾶσθαί οἱ πρὸς ὅ τι καὶ σύνοιδε περὶ τούτων, ὥστε ἐνέχεσθαι μέν, εἰ τέως ἁλίσκοιτο κακουργῶν, εἰ δ' οὖν, ἐλεύθερον εἶναι τοῦ βάρους, ὡς ἀδίκως διαβαλλόμενον. Ταῦτα τοῦ βασιλέως προσαπαιτήσαντος, καὶ ἡ τῶν ἀρχιερέων πληθὺς συγκατένευον.
ιʹ. Ὅπως ὁ συγγραφεὺς συνάμ' ἀρχιερεῦσιν εἰς ἐκεῖνον πέμπεται καὶ περὶ ὧν αὐτοῖς συνέβη. Καὶ δὴ σχεδιάζεται μὲν τὸ τῆς δίκης γράμμα, ἐκλέγονται δὲ τὴν ταχίστην ἐκ μὲν σφῶν αὐτῶν δύο, ὅ τε Νεοκαισαρείας Μονοκωνστάντινος, φίλος ὢν καὶ μᾶλλον ἐκείνῳ, καὶ ὁ Μωκησσοῦ, προεδρεύων τότε τῆς ἐκκλησίας Προικονήσου κατὰ λόγον ἐπιδόσεως, ἐκ δέ γε τῶν κληρικῶν ὁ τὸ τηνικάδε ἐπὶ τῶν σεκρέτων Γαληνὸς καὶ σὺν αὐτοῖς ἐγὼ τέταρτος, βίᾳ μὲν συνυπαχθεὶς καὶ κελεύσει βασιλικῇ, τέως δ' ὅτι παρ' ἐκεῖνον ἱκοίμην, καὶ τὸ μέρος προσα ποδεχόμενος. Πέμπτην μὲν τότε καὶ εἰκοστὴν ἦγεν ὁ ἀνθεστηριών· καὶ ἡμεῖς, τῆς νηὸς ἐπιβάντες, δυσὶν ἡμέραις ὕστερον προσσχόντες τῇ νήσῳ, τῷ πατριάρχῃ ἐμφανιζόμεθα, καὶ περὶ τῶν προκειμένων πρὸς ἐκεῖνον γίνονται λόγοι. Ὁ δὲ ἠγρίαινέ τε παραυτίκα, μηδὲ τὴν ἀρχὴν ἐνεγκών, καί· «Τί μοι κακὸν πρὸς τὸν βασιλέα πέπρακται, μετ' ὀδύνης πλείστης καὶ συνοχῆς ἔλεγεν, εἰ αὐτὸν μὲν ἐγώ, ἰδιώτην ὄντα, τῆς βασιλείας ἐπέβησα, ἐμὲ δ' ἐκεῖνος, πατριάρχην εὑρών, οὐ καλαῖς αἰτίαις ἠτίμωσε; Καὶ νῦν γε κάθημαι ἐπ' ἀκρωρείας ταυτησὶ ὡσεί τις ἀτίμητος μετανάστης, τὸν παρὰ τῶν χριστιανῶν καθ' ἑκάστην ἀπεκδεχόμενος ἔλεον. Ὅμως καλὰ τὰ συμ 375 βάντα, καλὰ ταῦτα, καὶ ὁ φατριάρχης αὐτοῦ εὐλογείτω σὺν τῇ Εὐλογίᾳ τἀκείνῳ πραττόμενα.» Ἐδήλου δ' ὁ λόγος τὴν αὐταδέλφην τοῦ βασιλέως, ᾖ δὴ καὶ κακῶς εἶχεν ἐκεῖνος, ὡς τὰ κατὰ τοῦ παιδὸς Ἰωάννου συμβου λευσάσῃ τῷ βασιλεῖ. Ὡς δ' ἀνεπτύσσετο καὶ τὸ γράμμα ὑπαναγνωσθησόμενον, ἐκεῖνος, γνοὺς ἔκποθεν τὸ ἐκεῖ ἐκφερόμενον, πολὺς ἦν ἀντιβαίνων καὶ ἀντισπῶν μὴ ἀκούειν ὅλως καὶ προσαπεχώρει ταχέως ὑπαναγινωσκομένου, ὡς μὴ ἀκούσειε. Κἀκείνων ἐπικαταλαμβανόντων