Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
πόλεις καὶ χώρας τῆς βασιλείας μου εἰσὶν ἀποτεταγμένοι διὰ χρυσοβούλλων καὶ προσταγμά των τῶν ἁγίων καὶ ἀοιδίμων καὶ μακαρίων μου αὐθέντων καὶ βασιλέων, τοῦ τε πατρός, πάππου καὶ προπάππου τῆς βασιλείας μου, ἵνα, ἐφ' αἷς ἂν ποιῶσι πραγματείαις εἰς τὴν θεοδόξαστον Κωνσταντινούπολιν, τὴν Σηλυμβρίαν, τὴν Ἡρακλείαν, τὸ Ῥαιδεστόν, τὴν Καλλιούπολιν καὶ τὰς ἄλλας τῆς Μακεδονίας πόλεις, καὶ δίδωσι χάριν κομερκίου 540 εἰς ποσότητα νουμισμάτων ἑκατὸν νουμίσματα δύο, εἰς δὲ τοὺς λοιποὺς πάντας τό πους καὶ χώρας καὶ σκάλας τῆς βασιλείας μου διαμένωσιν ἀνώτεροι ἀπαιτήσεως κομερ κίου παντελῶς, διατηρῶνται δὲ καί, ἔνθα ἂν εὑρίσκωνται καὶ κατοικῶσιν ἀνενόχλητοι καὶ ἀπὸ πασῶν ἄλλων δώσεων καὶ ἀπαιτήσεων, παρεκάλεσαν δέ, ἵνα τύχωσι καὶ ἐκ νέου εὐεργεσίας ἰδίας παρὰ τῆς βασιλείας μου, δι' ἣν ἔχει αὔτη τῇ χάριτι ἔφεσιν καὶ ὄρεξιν τοῦ εὐεργετεῖν πάντας τοὺς εἰς αὐτὴν ἀναφερομένους πιστοὺς καὶ εὐυπολή πτους, προστάσσει καὶ διορίζεται ἤδη ἡ βασιλεία μου ἀπολύουσα τὸν παρόντα χρυσό βουλλον λόγον αὐτοῖς, ἵνα πάντες οἱ Μονεμβασιῶται, οἵ τε ἐν τῇ θεοσώστῳ πόλει Μο νεμβασίας κατοικοῦντες, ἀλλὰ δὴ ἐκ καὶ τῶν Πηγῶν κἂν ὅπου ἄρα εὑρίσκωνται καὶ κατοικῶσιν εἴς τε τὴν θεοδόξαστον Κωνσταντινούπολιν ἤ τε καὶ ἀλλαχοῦ, ἀπολαύωσι μὲν τῆς, ἧς εἶχον προτέρας ἐξουσίας καὶ δεφενδεύσεως διὰ τῶν ῥηθέντων χρυσοβούλ λων καὶ προσταγμάτων ὧν εἶχον οἱ ἀπὸ τῶν Πηγῶν ῥηθέντες Μονεμβασιῶται. Κατε πίκεινα δὲ τοιαύτης ἐξουσίας εὐεργετεῖ ἡ βασιλεία μου αὐτοὺς κοινῶς ὅλους τοὺς Μονεμβασιώτας, τούς τε ἐκ τῶν Πηγῶν καὶ τοὺς ἐκ Μονεμβασίας, ἵνα, ἐφ' αἷς ἂν ποιῶ σι πραγματείας, δίδωσιν εἰς τὸ κομμέρκιον τῆς θεοδοξάστου Κωνσταντινουπόλεως ὑπὲρ ἐκβολῆς ποσότητος νουμισμάτων ἑκατὸν νούμισμα ἓν καὶ ὑπὲρ ἐκβολῆς ἀγορᾶς ἑτέ ρας πραγματείας ποσότητος νουμισμάτων ἑκατὸν νούμισμα ἕν, εἴτε δηλονότι διὰ σί του ἐν τῷ προφορίῳ καὶ ἀλλαχοῦ, ἔνθα βούλονται, εἴτε διὰ οἴνου, ἐὰν ἐξ οἱασδήπο τε χώρας διακομίσωσι ταῦτα, ἢ διὰ προσφαγίων παστῶν ἢ τομαρίων ἢ πετζίων ἢ πα νίου ἢ λινοκόκκου ἢ τζοχαρικῆς ἢ τετραπόδων ἢ ἑτέρων εἰδῶν, ὧν ἂν βούλωνται, μηδ' ὅλως παρὰ μηδενὸς κωλυόμενοι ἐπὶ ταῖς διαπράσεσι τῶν τοιούτων πραγματειῶν αὐτῶν, ἢ καθελκόμενοι εἰς ἀπαιτήσεις καμπανιστικοῦ, μεσιτικοῦ, ζυγαστικοῦ, μετρητικοῦ, με τριατικοῦ, παχιατικοῦ, γομαριατικοῦ, ὀψωνίου, σκαλιατικοῦ, βιγλιατικοῦ, δεκατίας, ἁλιευτικῆς τετραμοιρίας, ξυλαχύρου, ὀρεινῆς τῆς ἐνιάδος (†) ὡς τὰς εἰς αὐτοὺς (†) περὶ αὐτὴν ἁπάσας σκάλας, ἀλλὰ δὴ καστροκτισίας, κατεργοκτισίας, μαγειρίας, ἀντιναύλου, ἐξωπρασίας, κοσμιατικοῦ, καπηλιατικοῦ, μηνυατικοῦ, ἐργαστηριατικοῦ, μεταξιατικοῦ, τῆς ἀπαιτήσεως τοῦ πανίου τοῦ ἐν τῷ φόρῳ πωλουμένου, ἔτι δὲ καὶ τοῦ κεφαλαίου τοῦ σιταρίου τοῦ εἰσαποταχθέντος ἀπαιτεῖσθαι ἀπὸ τῶν καραβίων ἢ ἑτέ ρου τινὸς κεφαλαίου τῶν νῦν ἐνεργουμένων ἢ καὶ εἰς τὸ ἑξῆς μελλόντων ἐπινοηθή σεσθαι, ἀλλὰ διατηρῶνται ἁπάντων τούτων ἀνενόχλητοι καὶ ἀδιάσειστοι παντελῶς. Ὡσαύτως οὐδὲ οἱ πωλοῦντες πρὸς αὐτοὺς ἢ ἐξωνούμενοι ἀπὸ τῶν πραγματειῶν αὐτῶν, εἴτε ζῶά εἰσιν εἴτε γεννηματικὰ εἴδη ἢ καὶ ἄλλο τι, ἢ ἐν τῇ θεοδοξάστῳ Κωνσταν τινουπόλει ἢ ἐν ἑτέροις τόποις τῆς βασιλείας μου ἀπαιτοῦνται χάριν κομμερκίου ἕνε κεν δηλονότι τῆς δεφενδεύσεως τῶν τοιούτων Μονεμβασιωτῶν. Ἔσται δέ, καὶ ὅταν διακομίζωσι διὰ καραβίων τὰς τούτων πραγματείας εἴτε ἀπὸ τῆς ἄνω θαλάσσης, εἴτε ἀπὸ τῆς κάτω εἴτε ἀπὸ τῆς θεομεγαλύντου Κωνσταντινουπόλεως κόλπων, εἴτε σῖτος ἔνι εἴτε οἶνος εἴτε ἔτερόν τι εἶδος, ἰσάζωνται μὲν οἱ δηλωθέντες Μονεμβασιῶται ἐν τῷ κομμερκίῳ τῆς θεοφυλάκτου Κωνσταντινουπόλεως καὶ ἵνα δίδωσιν, ὅσον ἀνωτέρω διορίζεται ἡ βασιλεία μου· οἱ δὲ ἔχοντες τὰ καράβια διαμένωσιν ἀνενόχλητοι χάριν τῶν τοιούτων πραγματειῶν αὐτῶν, μήτε τετραμοιρίαν ἢ ἄλλην ἀπαίτησίν τινα χάριν τῆς τοιούτων ἐξουσίας παρά τινος ἀπαιτούμενοι. Ἐὰν δὲ διέρχωνται μετὰ πραγμα τειῶν