134
20. Ὅτι κρατοῦντος ἐν ἡμῖν τοῦ λόγου φησίν, ἐξ ἀνάγκης ἡ πρός ἀρετήν αὐτῶ δουλωθεῖσα βασανίζεται σάρξ.
21. Ψυχῆς ἡ σάρξ, ἀλλ᾿ οὐ σαρκός ἡ ψυχή. Τοῦ γάρ κρείττονός φησι τόν ἧττον· ἀλλ᾿ οὐ τοῦ ἥττονος τό κρεῖττον. Οὐκοῦν ἐπειδή τῇ σαρκί διά τήν παράβασιν ἐνεφύρη τῆς ἁμαρτίας ὁ νόμος, ὅπερ ἐστίν ἡ κατ᾿ αἴσθησιν ἡδονή, δι᾿ ἥν διά πόνων κατεκρίθη τῆς σαρκός ὁ θάνατος, εἰς τήν τοῦ νόμου τῆς ἁμαρτίας ἀναίρεσιν ἐπινενοημένος· ὁ διαγνούς ὅτι διά τήν ἁμαρτίαν, εἰς τήν αὐτῆς ἀναίρεσιν ἐπεισῆλθεν ὁ θάνατος, ἀεί χαίρουσαν ἔχει τήν ψυχήν διά πόνων ποικίλων θεωμένην ἀπογινόμενον τῆς οἰκείας σαρκός τόν νόμον τῆς ἁμαρτίας, πρός ὑποδοχήν τῆς μελλούσης ἐν πνεύματι μακαρίας ζωῆς· ἧς ἄλλως οὐκ ἔστι τυχεῖν, μή πρότερον κενωθέντος ὡς ἐξ ἀγγείου τινός τῆς σαρκός ἐν τῇ παρούσῃ ζωῇ κατά τήν πρός αὐτήν σχέσιν τῆς γνώμης τοῦ νόμου τῆς ἁμαρτίας.
22. Ἡδονήν λέγει σωτήριον, τήν ἐπ᾿ ἀρετῇ χαράν τῆς ψυχῆς ὠφέλιμον δέ λύπην, τήν ὑπέρ ἀρετῆς ὀδύνην τῆς σαρκός.
23. Ὁ πάθεσι προστετηκώς καί πράγμασιν, ἐφ᾿ ἅ μή δεῖ τάς ὁρμάς ποιεῖται. 24. Ὁ τάς ποιητικάς τῶν παθῶν καί τῶν πραγμάτων στερήσεως συμβάσεις
οὐκ ἀσπαζόμενος, ἀφ᾿ ὧν μή δεῖ τάς ἀποφυγάς ποιεῖται. ΝΘ (59). ΠΕΡΙ ΗΣ ΣΩΤΗΡΙΑΣ ΕΞΕΖΗΤΗΣΑΝ ΚΑΙ ΕΞΕΡΕΥΝΗΣΑΝ ΠΡΟΦΗΤΑΙ. (14Γ_160> 59. ΕΡΩΤΗΣΙΣ ΝΘ' Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ἡμᾶς
χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. Ἐὰν αὐτοὶ οἱ μακάριοι προφῆται ἅπερ ἐκ Πνεύματος ἁγίου ἐνηχήθησαν ἡμῖν ἐγγράφως κατέλιπον ἐκζητῆσαι καὶ ἐξερευνῆσαι, πῶς αὐτοὶ ἐκ Πνεύματος ἁγίου ἐνηχούμενοι καὶ τὰ ἀποκαλυπτόμενα αὐτοῖς συγγράφοντες; ποίαν ἐκζήτησιν ἢ ἐξερεύνησιν ἐξεζήτουν ἢ ἐξηρεύνων;
Ἀπόκρισις. Τὰς μὲν ζητητικάς τε καὶ ἐρευνητικὰς τῶν θείων δυνάμεις οὐσιωδῶς ἔχει
καταβεβλημένας αὐτῇ παρὰ τοῦ κτίσαντος κατ᾽ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον ἡ τῶν ἀνθρώπων φύσις, τὰς δὲ τῶν θείων ἀποκαλύψεις κατὰ χάριν ἡ τοῦ παναγίου Πνεύματος ἐπιφοιτῶσα ποιεῖται δύναμις. Ἐπειδὴ δὲ κατ᾽ ἀρχὰς διὰ τῆς ἁμαρτίας τῇ φύσει τῶν ὁρατῶν ταύτας ὁ πονηρὸς προσήλωσε τὰς δυνάμεις, καὶ οὐκ ἦν ὁ συνιῶν ἢ ἐκζητῶν τὸν Θεόν, πάντων τῶν μετειληφότων τῆς φύσεως τὴν νοεράν τε καὶ λογικὴν δύναμιν ἐχόντων περιγεγραμμένην τῇ ἐπιφανείᾳ τῶν αἰσθητῶν καὶ μηδεμίαν κεκτημένων ἔννοιαν τῶν ὑπὲρ αἴσθησιν, εἰκότως ἡ τοῦ παναγίου Πνεύματος χάρις τοῖς μὴ κατὰ πρόθεσιν ἐνδιαθέτως ὑπὸ τὴν ἀπάτην γενομένοις, τῶν ὑλικῶν ἀφηλώσασα, τὴν προσηλωμένην ἀποκατέστησε δύναμιν· ἣν καθαρὰν ἀπολαβόντες διὰ τῆς χάριτος, πρῶτον ἐζήτησαν καὶ ἠρεύνησαν, καὶ (14Γ_162> οὕτως ἐξεζήτησαν καὶ ἐξηρεύνησαν, διὰ τῆς αὐτῆς δηλαδὴ τοῦ Πνεύματος χάριτος.
Οὐ γὰρ θέμις εἰπεῖν ὡς μόνη καθ᾽ ἑαυτὴν ἡ χάρις ἐνήργει τοῖς ἁγίοις τὰς γνώσεις τῶν μυστηρίων χωρὶς τῶν τῆς γνώσεως δεκτικῶν κατὰ φύσιν δυνάμεων, ἐπεὶ μὴ συνιέντας εἰσάγομεν τοὺς ἁγίους προφήτας τῶν δοθέντων αὐτοῖς ὑπὸ τοῦ παναγίου Πνεύματος φωτισμῶν τὴν δύναμινκαὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος ὅτι ὁ σοφὸς νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος; οὔτε μὴν δίχα τῆς τοῦ παναγίου Πνεύματος χάριτος μόνῃ τῇ κατὰ φύσιν δυνάμει ζητήσαντες τὴν ἀληθῆ τῶν ὄντων ἀπειλήφασιν γνῶσιν, ἐπεὶ περιττὴ δειχθήσεται τοῖς ἁγίοις ἡ τοῦ Πνεύματος ἐπιφοίτησις, κατὰ μηδὲν αὐτοῖς συνεργοῦσα πρὸς τὴν τῆς ἀληθείας φανέρωσινκαὶ