φεύγετε λέξιν, ἐκ γὰρ τῆς διὰ παράλ ληλα τῶν ῥητῶν κρίσεως τὸ ζητούμενον ἀνα φαίνεται. Οὐ μὴ γὰρ, φησὶ, πληρώσετε πά σας τὰς γραφὰς, πόλεις ουσας τοῦ ἰσραὴλ, εως αν ελθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου, τὴν ἀλή θειαν ἐκλάμπων ἡμῖν. Ταύτας ουν τὰς πό λεις εἰς ματαιότητα λαμβάνουσιν αἱρετικοὶ, νοοῦντες, ὡς βούλονται, καὶ μάτην οἰκοῦντες αὐτὰς, μηδὲν ὠφελούμενοι. -Αἱ λογικαὶ ψυχαὶ πόλεις εἰσὶ τοῦ Θεοῦ, πεφυκυῖαι δέ χεσθαι λόγον Θεοῦ, καὶ αὐτὸν τὸν Θεὸν, ας τινας λαμβάνουσιν οἱ ἐχθροὶ πρὸς ματαιότη τα καὶ ἐργασίαν κακίας. 138.21 Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐ μίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκό μην; Οτι τοὺς μὲν σοὺς ἠγάπων καὶ ἀπεδεχό μην φίλους, τοὺς δὲ ἐχθρούς σου τελείως ἐμίσησα. ̓Εχθροὶ δὲ τοῦ Θεοῦ, πρώτως μὲν καὶ κυρίως οἱ ἀκάθαρτοι δαίμονες· δεύτεροι δὲ μετ' ̓Εκείνους, οιτε τὴν εἰδωλολατρείαν πρεσβεύοντες, καὶ οἱ τῶν αἱρέσεων ἀρχηγοί. -Καὶ τὸ τοὺς φίλους τιμᾶν Θεοῦ καὶ τὸ μισεῖν τοὺς ἐχθρούς τε καὶ ἀσεβεῖς· τοῦ γὰρ Θεοῦ πάντας θέλοντος σωθῆναι, πᾶς ὁ δι' ἀπάτης διαστρέφων ἐχθρὸς, μὴ συγχωρῶν εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 138.22 Τέλειον μῖσος ἐμίσουν αὐτούς. Τέλειον δὲ μῖσος, τὸ μὴ χάριν ἑτέρου, διά τε τὸ μόνον ειναι ἐχθροὺς Θεοῦ γινόμε νον, ὡς καὶ τελεία πρὸς τὸ ἀγαθὸν ἀγάπη, ἡ μόνῳ τῷ πόθῳ τῷ πρὸς αὐτὸ γινομένη· ου τως ουν ὁ τοὺς ἐχθροὺς Θεοῦ μόνον, ἀλλ' οὐ διὰ πάθος μισῶν, ἐκτηκόμενος ἐπ' αὐτοῖς κα τὰ τὸν εἰρηκότα προφήτην· ζῆλον ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ἀνθ' ων κατέλι πόν σε οἱ υἱοὶ ̔Ιερουσαλήμ. -Καὶ γὰρ ὁ Θεὸς ἐπηγγείλατο μὴ ἐχθραίνειν τοῖς ἐχ θροῖς, καὶ μὴ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις αὐτοῖς· ταῦτα γὰρ μάλιστα φιλίας τεκμήρια. ̓Ανωτέρω μὲν γὰρ εφη· Λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. ̓Ενταῦθα δὲ τοὺς μισοῦν τάς σε ἐμίσησα, κἀκεῖ μεθ' ὑπερβολῆς· Οὐ γὰρ ἐμίσησα μόνον, φησὶ, ἀλλὰ καὶ ἐξετη κόμην. 139.4 ̓Ιὸς ἀσπίδος ὑπὸ τὰ χείλη αὐτῶν. ∆ιάψαλμα. Μετὰ δὲ τὸ ὑπὸ χείλη αὐτῶν εστι διά ψαλμα, οπερ λέγεται ἑβραϊστί· Σέλ. Σημαί νει δὲ τὸ ἀεὶ, συμφώνως τῷ· ολην τὴν ἡμέ ραν παρετάσσοντο πολέμους. 139.6 Εκρυψαν ὑπερήφανοι παγίδα μοι. ∆ιὰ τὰ πάθη ἀδυνατοῦσιν, καὶ τὴν αλο γον αὐτῶν ἐπίγνωσιν, ουτω καὶ τῇ Ευᾳ φη σίν· Εσεσθε ὡς Θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. 139.8,9 ̓Επεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. Μὴ παραδῷς με, Κύ ριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Τὸ δὲ ἐπεσκίασας, οτι οὐδὲ τὸ τυχὸν κα κὸν παθεῖν συνεχώρησας, οὐδ' οσον ἀπὸ καύματος, ὡς μηδὲ θέρμης τινὸς ἀπολαῦσαι λυπούσης, ἐντρυφᾶν δὲ σκιᾷ τῇ τῶν δεινῶν ἀπαλλαγῇ. ∆ηλοῖ δὲ καὶ τὸ ευκολον τῆς βοηθείας, διὰ τοῦ ἐπεσκίασας, ἀρκεῖ, λέγων, παρεῖναί σε μόνον, καὶ πάντα λέλυται, εἰ καὶ ἐγὼ, φησὶν, ὡς ανθρωπος ἐν ἐπιθυμίᾳ γέγο να τῆς ἁμαρτίας· ἀλλ' αὐτός· μὴ παραδῷς με τῷ διαβόλῳ, πανταχοῦ γὰρ ἡ γραφὴ τὸν διάβολον ἁμαρτωλὸν καλεῖ. 139.9 ∆ιελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκα ταλίπῃς με, μήποτε ὑψωθώσιν. Οσον ὑψοῦνται νικῶντες οἱ ἐχθροὶ, το σοῦτον ἡττώμενοι αἰσχύνωνται. 139.10 ̔Η κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. Κύκλωμα ειπεν τὸ κυκλῶσαι αὐτὸν τάγ μα· κεφαλὴν δὲ, ητοι τὸν προεστῶτα διά βολον τοῦ τάγματος τούτου· η τὸ πρῶτον ἐν τῇ καρδίᾳ πονηρὸν συνιστάμενον νόημα, περὶ ου ειπεν καὶ ὁ Θεὸς ἐν τῇ Γενέσει τό· Συντηρήσεις αὐτοῦ κεφαλήν. 139.13 Εγνων οτι ποιήσει Κύριος κρίσιν τοῦ πτωχοῦ. Εγνω τῷ προφητικῷ πνεύματι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ. 139.14 Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. Τῶν ἀσεβῶν παραδοθέντων τῷ αἰωνίῳ πυρί. -Εἰς ἐξομολόγησιν καὶ αινεσιν πα ραλειφθήσονται δίκαιοι, ἀπολαύοντες δια παντὸς τοῦ προσώπου τοῦ Θεοῦ κατὰ τὸ εἰ ρημένον· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, οτι αὐτὸν τὸν Θεὸν οψονται. Θεοδωτίων· Σὺν τῷ προσώπῳ σου, σὺν τῇ σοφίᾳ σου, τῇ θεωρουμένῃ ἐν τοῖς γεγονόσιν. 140.2 Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Τούτου κατευθύνεται ἡ προσευχὴ ὡς θυ μίαμα, τοῦ δυναμένου εἰπεῖν· Χριστοῦ εὐω δία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς