τ. ἑ. Ὡς μὲν πρὸς τὴν ἱστορίαν ἅπαξ ἐν τῇ ἐρή 12.1573 μῳ στρέψας τὴν πέτραν ἐπότισε τὸν Ἰσραήλ· ὡς δὲ πρὸς τὸ πνεῦμα ἀεὶ στρέφει τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χριστὸς, καὶ ποτίζει τὸν πνευματικὸν Ἰσ ραήλ. Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων, κ. τ. ἑ. Οὐχ οἱ μεγά λοι μετὰ τῶν μικρῶν εὐλογοῦνται, ἀλλ' οἱ μικροὶ μετὰ τῶν μεγάλων, ἵνα καὶ αὐτοὶ γένωνται μεγάλοι. Τὸ δὲ μικρὸν ἐνταῦθα καὶ τὸ μέγα οὐκ ἐπὶ τοῦ ἐκτὸς, ἀλλ' ἐπὶ τοῦ ἐντὸς νοητέον. Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. Ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Οὐ δύναται νεκρὸς αἰνέσαι τὴν ζωὴν τὴν εἰποῦσαν, «Ἐγώ εἰμι ἡ ζωή.» -»Οὐδὲ πάντες,» οὐκ εἶπεν, «οἱ καταβάντες,» ἀλλ' «οἱ καταβαίνοντες.» -»Ἀλλ' ἡμεῖς οἱ ζῶντες,» ὡς καὶ Παῦλος· «Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλει πόμενοι.» ΨΑΛΜΟΣ ΡΙ∆ʹ. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέ ραις μου ἐπικαλέσομαι, κ. τ. ἑ. Ἐπεὶ μὴ δυνάμεθα ἑαυτοὺς ἐκτείνειν πρὸς Θεὸν εὐχόμενοι, αὐτὸς τὸ οὖς αὐτοῦ κλίνει πρὸς ἡμᾶς καὶ ἐγγίζει ἡμῖν Τοῦ αὐτοῦ. Ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἐπικα λούμενος ἐν ταῖς ἡμέραις τούτου τοῦ ἡλίου διάγων ἐπικαλείσθω. Περιέσχον με ὠδῖνες θανάτου, κ. τ. ἑ. Ὁ ἐν βα ρυτέροις γενόμενος πειρασμοῖς, καὶ βάσανον ἐν αὐτοῖς διδοὺς τῆς προαιρέσεως ἑαυτοῦ, ὡς καὶ ἐν κινδύνῳ τοῦ νικηθῆναι γενέσθαι, ἀλλὰ μὴ νικηθεὶς, λέγοι ἂν τό· «Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.» Οὐ ταυτὸν δέ ἐστι τὸ, «Ἅδης εὗρέ με,» τῷ, «Κίνδυνοι ᾅδου εὕροσάν με.» Ὁ ᾅδης μὲν γὰρ εὑρίσκει τοῦτον, οὗ κατισχύουσιν αἱ πύλαι αὐ τοῦ· κίνδυνοι δὲ ᾅδου μόνον εὑρίσκουσι τὸν διὰ τὸ μέγεθος τῶν πειρασμῶν κινδυνεύσαντα μὲν κρατη θῆναι ὑπὸ τῶν τοῦ ᾅδου πυλῶν, οὐ μὲν καὶ κρατη θέντα ὑπ' αὐτῶν. Θλίψιν καὶ ὀδύνην εὗρον, κ. τ. ἑ. Εὕρημά ἐστιν ἡ θλίψις τῷ ὑπομένοντι αὐτὴν, καὶ καυχωμένῳ ἐν ταῖς θλίψεσι, καὶ ὁδεύοντι τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν, οὖσαν στενὴν καὶ τεθλιμμένην ὁδόν. Οὕτω κα λὸν δὴ εὕρημα καὶ ὀδύνη, ὅτε δι' ἀγάπην τις ὀδυνᾶ ται ὡς ὁ εἰπὼν Παῦλος· «Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάληπτος ὀδύνη τῇ καρδίᾳ μου,» καὶ τὰ ἑξῆς. Καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην, κ. τ. ἑ. «Πᾶς γὰρ, φησὶν, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυ ρίου σωθήσεται.» Τοιγαροῦν ὁ ἐλεήμων ἐπικαλείσθω τὸν ἐλεήμονα, καὶ τὴν δικαιοσύνην ὁ δίκαιος. Ἠχὼ γὰρ ὥσπερ τις ἡ ἐν ἡμῖν δικαιοσύνη, τῆς πρώτης δι καιοσύνης κατὰ ἀνάκλασιν ἡμῖν ἐπισυμβαίνει. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς 12.1576 ἡμῶν ἐλεεῖ, κ. τ. ἑ. Ἐπεὶ μετὰ δικαιοσύνης ἐλεεῖ ὁ Κύριος, ἐλεήμων ἐστὶ καὶ δίκαιος· οὐ δίκαιος δὲ ἐν τῷ ἐλεεῖν ἦν ὁ Σαοὺλ, ἐλεῶν τὸν Ἄγαγ. Καὶ εἰ ἦν δὲ πᾶν τὸ ἐλεεῖν δίκαιον, οὐκ ἂν περί τινων εἶπεν ὁ νό μος τὸ, «Οὐκ ἐλεήσεις αὐτόν.» Ἔστι δὲ καὶ τὸ, «Ὁ ἐλεῶν ἐν ἱλαρότητι,» μετὰ δικαιοσύνης ἐλεεῖ. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσιν, κ. τ. ἑ. Ἀνάπαυσις τῆς ψυχῆς ἡ τῶν ἁμαρτημάτων ἀποκοπή· κατατείνει γὰρ αὐτὴν ἡ ἁμαρτία, καὶ πά σας αὐτῆς τὰς δυνάμεις συντρίβει. Ὅθεν καὶ τὸ βά πτισμα, ὡς ἀπαλλαγὴν ἁμαρτημάτων ἔχον, «ὕδωρ ἀναπαύσεως» ὁ ∆αυῒδ προσηγόρευσε. Τὴν ψυχὴν τοί νυν ὡς ἐν ἁμαρτίαις πλανηθεῖσαν ἐπιστρέψαι πρὸς τὴν ἀνάπαυσιν, ἢ διὰ τοῦ βαπτίσματος, ἢ διὰ τῶν δα κρύων καὶ τῆς μετανοίας, προτρέπεται. Ὅτι ἐξείλετο τὴν ψυχήν μου, κ. τ. ἑ. Τοῦ μη κέτι ἁμαρτάνοντος δηλονότι. «Ψυχὴ γὰρ ἁμαρτά νουσα ἀποθανεῖται.» Ὁ δὲ ἀλυπίαν ἀναλαβὼν ἐρεῖ, ὅτι Κύριος ἐξείλετο τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων. Ἐρεῖ δὲ αὐτὸ καὶ ὁ τὸ μακαριζόμενον πένθος πενθή σας, ὅταν τυγχάνῃ τοῦ, γελάσονται, καὶ τοῦ, παρακλη θήσονται. Ὁ δὲ ἀκούσας τοῦ, «Σὺ δὲ αὐτὸς στῆθι μετ' ἐμοῦ,» ἐρεῖ· Ἐξείλετο Κύριος τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. ΨΑΛΜΟΣ ΡΙΕʹ. Ἐπίστευσα, διὸ ἐλάλησα, κ. τ. ἑ. Εἰ μὴ βεβαίως τις καὶ ἀπερισπάστως ἐπίστευσε, μὴ διδασκέτω· γνησίου γὰρ διδασκάλου φωνὴ τό· «Ἐπίστευσα, διὸ ἐλάλησα.» Αὐτοῦ δὲ τούτου τῆς ἀτυφίας καὶ ταπει νοφροσύνης δεῖγμα, μηδαμῶς ἐπὶ τῷ διδάσκειν φυ σιουμένου ἐκ τοῦ· «Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.» Τοῦ αὐτοῦ. Πίστις ἐστὶ ψυχῆς αὐτεξουσίου λογικὴ