De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
αὐτῶν." Ἦ οὐχ ἕτερος, κατά γε τὸ εἶναί φημι, καθ' ὑπόστασιν ἰδικὴν νοοῖτ' ἄν, εἰπέ μοι, παρά γε τὸν Πατέρα καὶ Θεὸν ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος; {Β.} Ἕτερός που πάντως. Ὑφέστηκε γὰρ ἰδικῶς, εἰ καὶ ἔστιν ὁμοούσιος. {Α.} Παρακομίζοντος οὖν εἰς τὸ εἶναι τὰ πάντα τοῦ Πατρὸς καὶ διαπηγνύντος τοὺς οὐρανούς, πῶς ὁ Λόγος ἐστὶν ὁ τῶνδε δημιουργός; {Β.} Φράσαις ἂν αὐτὸς γλιχομένῳ μοι μαθεῖν. {Α.} Καὶ μάλα. Πικρὸς δὲ ὁ λόγος καὶ πολὺ πρὸς ἰσχνότητα κατερρινημένος. Ἡ τῆς μιᾶς θεότητος φύσις ἐν ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι γινώσκεται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. Καὶ ἔστι μὲν καθ' ὑπόστασιν ἰδικὴν παντέλειος ὁ Πατήρ, ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἀλλ' ἡ ἑνὸς τῶν ὠνομασμένων δημιουργικὴ θέλησις, ἐφ' ὅτῳ περ ἂν λέγοιτο γενέσθαι τυχόν, ἐνέργημα μὲν αὐτοῦ, πλὴν διὰ πάσης ἔρχεται τῆς θεότητος καὶ τῆς ὑπὲρ κτίσιν ἐστὶν οὐσίας ἀποτέλεσμα, κοινὸν μὲν ὥσπερ τι, πλὴν καὶ ἰδικῶς ἑκάστῳ προσώπῳ πρέπον, τὸ τοίνυν ἐκ μιᾶς φύσεως ἐνερ γούμενον ὡς διὰ τριῶν ὑποστάσεων πρέποι ἂν καὶ ἰδικῶς ἑκάστῃ, παντελείως ἐχούσῃ καθ' ἑαυτήν. Ἐνεργεῖ τοιγαροῦν ὁ Πατήρ, ἀλλὰ δι' Υἱοῦ ἐν Πνεύματι· ἐνεργεῖ καὶ ὁ Υἱός, 619 ἀλλ' ὡς δύναμις τοῦ Πατρός, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ νοούμενος καθ' ὕπαρξιν ἰδικήν. Ἐνεργεῖ καὶ τὸ Πνεῦμα· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τὸ παντουργικόν. {Β.} Ἐφικτὰ μὲν οὐχ ἅπασιν ἅπερ ἔφης· ὑποβάθραν δ' οὖν ὅμως αὐτὴν ἔχει τὴν ἀλήθειαν. {Α.} Βραχὺ τοιγαροῦν τῶν οὕτως ἰσχνῶν ἐννοιῶν τὸν λόγον ὑποβιβάζοντες, διαστείχωμεν ἑτέραν, εἰ δοκεῖ, τὰς ἐκ λογισμῶν ἑτέρων πληροφορίας συλλέγοντες. {Β.} Ἴωμεν· ἕψομαι γὰρ ἀσμένως. {Α.} Οὐκοῦν, εἰ μὴ ἔστιν ὁ Υἱὸς ἰσχὺς τοῦ Πατρός, εἰσποιητὴν δὲ καὶ αὐτὸς τὴν δύναμιν ἔχων ὁμοῦ τοῖς πεποιημένοις ἐνήργηκεν ἐπὶ γῆς τὰ παράδοξα, φράσειας ἂν ὅπως οὐκ ἂν αὐτῷ τις διαμωμήσαιτο, καὶ λίαν εἰκότως; Οὐ γὰρ ἤθελεν ἐπιτιμᾶν καίτοι λέγοντι τῷ λεπρῷ· "Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι·" ἀνεσόβει δὲ ὥσπερ αὐτῷ τὰ τῆς ἀμαθίας ἐπὶ τὸ χειρόνως ἔχον, προαλῶς ὑπισχνούμενος, μᾶλλον δὲ ἤδη καὶ προστεταχὼς ὑπάρξαι τὴν αἴτησιν. "Θέλω γάρ, ἔφασκε, καθαρίσθητι." Ὀφθαλμῶν δέ τισιν ἐξερρυηκότων, ἐπειδὴ προσθέοντες ἔφασκον, "Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὲ ∆αβίδ," ἤρετο δὴ πάλιν· "Τί θέλετε ἵνα ποιήσω ὑμῖν;" Τῶν δὲ τὸ τριπόθητον ἐκλιπαρούντων σφίσιν ἐνίεσθαι φῶς ἐνετίθει πάλιν, μελλήσας οὐδέν. Καίτοι τί μὴ μᾶλλον ἔδει τῷ μὲν λεπρῷ λέγειν· Θέλει ὁ Πατήρ, καθαρίσθητι· τοῖς δὲ τοῦ βλέπειν ἐστερημένοις· Τί βού λεσθε, ἵνα ποιήσῃ ὑμῖν ὁ Πατήρ; Ἦ οὐκ ἄμεινον ἐροῦμεν βεβουλεῦσθαί τε ὁμοῦ καὶ δρᾶσαι τοὺς ἁγίους ἀποστόλους, ἀποσειομένους εὖ μάλα τὸ δοκεῖν ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ κατορθοῦν δύνασθαι τὰς θεοσημίας; Ἔφασκον γὰρ τῷ μὲν τῇ ὡραίᾳ πύλῃ προσεδρεύοντι· "Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει·" ἑτέρῳ δὲ αὖ· "Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός." Οὐκ ἀθαύμα στον δὲ διὰ τοῦτό τισι πεποιημένοις τὴν ἐνέργειαν διαρρήδην ἔφασκον· "Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;" Ὤοντο γὰρ δεῖν Χριστῷ τὴν δόξαν ἀνάπτειν καὶ οὐχὶ σφίσιν αὐτοῖς, ἐπεί τοι κατά γε τὸ ἀληθὲς τῆς ἐν αὐτοῖς χάριτός τε καὶ ἐνεργείας πηγή τις ὥσπερ ἡ ἀνωτάτω καὶ ῥίζα Χριστός. Ἐπειδὴ γὰρ προετίθει τῶν ἄλλων καὶ προεχειρίζετο πρὸς ἀποστολὴν αὐτούς, ταῖς θείαις εὐθὺς κατακαλλύνων δωρεαῖς καὶ ἀμογητὶ δύνασθαι κατορθοῦν τὰς τερατουργίας ὡς Θεὸς ἐπιδιδούς, "Ἀσθενοῦντας θεραπεύετε, φησί, καὶ νεκροὺς 620 ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε·" οὐκοῦν, ἄριστά τε καὶ ὡς ἔνι καλῶς ἐννενοηκότες τίς ὁ τῆς ἐνούσης αὐτοῖς ἰσχύος δοτήρ τε καὶ πρύτανις, αὐτῷ τῆς εὐκλείας τὸν στέφανον ἀναπλέκουσιν, ἐπιφωνοῦντες ἀεὶ τοῖς ἠρρωστηκόσιν· "Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου·" πρὸς ὃν καὶ ὁ θεῖος ἡμῖν Μελῳδὸς ἀναμέλπει λέγων ὅτι "Καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλ λιάσονται ὅλην τὴν ἡμέραν." Ἦ οὐκ ἀξιεπαινετώτατον εἶναι φῂς τῶν ἁγίων